In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἐπὶ δὲ τοῦ Κηφέως ὁ μὲν Εὔδοξος οὕτως· „ὑπὸ „δὲ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου τοὺς πόδας ὁ „Κηρεὺς ἔχει πρὸς ἄκραν τὴν οὐρὰν τρίγωνον ἰσό- ,,πλευρον ποιοῦντας· τὸ δὲ μέσον αὐτοῦ πρὸς τῇ καμπῇ

„τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως. ὁ δὲ Ἄρατός φησιν·

  • ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς
  • εἰς πόδας ἀμφοτέρους, ὅσση ποδὸς εἰς πόδα τείνει,
  • αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας
  • πρώτης ἱέμενος καμπῆς σκολιοῖο Δράκοντος.
  • παῤ ἑκατέρῳ δʼ αὐτῶν τὸ πρῶτόν ἐστι ψεῦδος· τὸ γὰρ μεταξὺ τῶν ποδῶν τῶν τοῦ Κηφέως διάστημα ἔλασσόν ἐστιν ἑκατέρου τῶν πρὸς τὴν οὐρὰν διαστη- μάτων.

    [*](1. κατέναντι δὲ om. B. || 10. λαοῦ Vat. || 11. παρακειμένου*] παρακείμενον vulg. || 16. κάμπη abhinc semper etiam A. 21. πρώτης ἱέμενος corr. Maass, πρώτη δʼ ἰέμενος Vat., πρώτη διʼ ἐμενος (sic) P1P2, πρώτης ἰέμενος B, πρώτης δʼ ἱέμενος edd. ||)
    16

    Πάλιν ἐπὶ τῆς Κασσιεπείας ὁ μὲν Εὔδοξος· ,,τοῦ ,,μὲν Κηφέως ἔμπροσθέν ἐστιν ἡ Κασσιέπεια, ταύτης ,,δὲ ἔμπροσθεν ἡ Ἀνδρομέδα, τὸν μὲν ἀριστερὸν ὦμον ,,ἔχουσα τῶν Ἰχθύων ὑπὲρ τοῦ πρὸς βορρᾶν, τὴν δὲ ,,ζώνην ὑπὲρ τοῦ Κριοῦ, πλὴν τὸ Τρίγωνον, ὅ ἐστι ,,μεταξύ· τὸν δʼ ἐν τῇ κεφαλῇ ἀστέρα κοινὸν ἔχει τῷ

    ,,τῆς κοιλίας τοῦ Ἵππου·“ ὁ δὲ Ἄρατος·

  • τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ
  • νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια.
  • καὶ μετʼ ὀλίγον·
  • αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα
  • Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον.
  • καὶ πάλιν·
  • ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ
  • τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ.
  • καὶ πάλιν ἐπὶ τοῦ Κριοῦ·
  • ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο
  • Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται.
  • καὶ ἔτι·
  • Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω
  • σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν.
  • Ἐπὶ δὲ τοῦ Περσέως ὁ μὲν Εὔδοξος οὕτως λέγει· ,,παρὰ δὲ τοὺς πόδας τῆς Ἀνδρομέδας ὁ Περσεύς ἔχει ,,τοὺς ὤμους, τὴν δεξιὰν χεῖρα πρὸς τὴν Κασσιέπειαν [*](3. ἔμπροσθεν] ὑποκάτω scribendum esse videtur. || 5. πλὴν καὶ τρίγ. Ur. || 8. πολλῆ A. || 9. φαινομένη Ur. 15. ἐσχατοώεντι A (ώε in ras. P2). | καρκήνῳ M, καρκίνω in marg. (in textu)

    18
    „ἀποτείνων, τὸ δὲ ἀριστερὸν γόνυ πρὸς τὰς Πλειάδας.“ ὁ δὲ Ἄρατος περὶ τῆς Ἀνδρομέδας φησίν·
  • ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν
  • Περσέως, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται.
  • καὶ πάλιν·
  • καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται
  • πενθερίου δίφροιο.
  • καὶ μετʼ ὀλίγον·
  • ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι
  • Πληϊάδες φορέονται· ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας
  • 〈χῶρος ἔχει〉.
  • Ἐπὶ δὲ τοῦ Ὄρνιθος ὁ μὲν Εὔδοξος· „παρὰ δὲ „τὴν δεξιὰν χεῖρα τοῦ Κηφέως ἡ δεξιὰ πτέρυξ ἐστὶ „τοῦ Ὄρνιθος, παρὰ δὲ τὴν ἀριστερὰν πτέρυγα οἱ „πόδες τοῦ Ἵππου ὁ δὲ Ἄρατός φησιν ἐπὶ τοῦ Ὄρνιθος·

  • κατὰ δεξιὰ χειρὸς
  • Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων,
  • λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου.
  • καὶ ἄλλων δὲ πλειόνων ὄντων, ἅπερ ἂν δόξειεν οἱονεὶ παραγεγράφθαι, ἀρκέσει καὶ ταῦτα χάριν τοῦ μὴ μηκύνειν.

    Χωρὶς δὲ τούτων καὶ ἡ διαίρεσις τῶν ἄστρων φανερὸν ποιεῖ τὸ προκείμενον. καὶ γὰρ Εὔδοξος ὡς καὶ ὁ Ἄρατος πρῶτον ἀναγράφει τὰ βορειότερα ἄστρα [*](1. τὰς πληιάδας LP3, τὰς πλῃιάδας edd. || 3. γαμβροῦ om. B. ἐπισημαίνοιεν] ἐπιδινεύονται B edd. || 4. περσῆος B. || 6. ἐπι- κλισμὸν L, ἐπινλισμὸν V. || 9. ἐπὶ γουνίδος Vat., ἐπιγούνιδος M, sine acc. L. | ἥλιθα Vat. || 10. ὅδʼ οὐ Vat. P3. | πολλὰς B | 17. καταδεξιαχειρος (sic) L καταδεξια P3V. || 25. ὁ om. A.)

    20
    τοῦ ζῳδιακοῦ, ἔπειθʼ οὕτως τὰ νοτιώτερα. καὶ τὰς συν- ανατολάς τε καὶ συγκαταδύσεις τοῖς δώδεκα ζῳδίοις τῶν ἄλλων ἄστρων ὁμοίως τέταχεν ὁ Ἄρατος τῷ Εὐδόξῳ.

    Περὶ δὲ τῶν ἀστέρων τῶν ἐπὶ τοῦ θερινοῦ καὶ χειμερινοῦ τροπικοῦ φερομένων, ἔτι δὲ ἐπὶ τοῦ ἰση- μερινοῦ, ὁ μὲν Εὔδοξός φησιν ἐπὶ τοῦ θερινοῦ οὕτως· „ἔστι δὲ ἐν τούτῳ τὰ μέσα τοῦ Καρκίνου καὶ τὰ διὰ „τοῦ σώματος κατὰ μῆκος τοῦ Λέοντος, τῆς δὲ Παρ- „θένου 〈τὰ〉 μικρὸν ἄνωθεν, καὶ ὁ αὐχὴν τοῦ ἐχο- „μένου Ὄφεως, καὶ ἡ δεξιὰ χεὶρ τοῦ Ἐνγούνασι, καὶ „ἡ κεφαλὴ τοῦ Ὀφιούχου, καὶ ὁ αὐχὴν τοῦ Ὄρνιθος „καὶ ἡ ἀριστερὰ πτέρυξ, καὶ οἱ τοῦ Ἵππου πόδες, ἔτι „δὲ καὶ ἡ δεξιὰ χεὶρ τῆς Ἀνδρομέδας καὶ τὸ μεταξὺ „τῶν ποδῶν, καὶ τοῦ Περσέως ὁ ἀριστερὸς ὦμος καὶ „ἡ ἀριστερὰ κνήμη, ἔτι δὲ τὰ γόνατα τοῦ Ἡνιόχου „καὶ αἱ κεφαλαὶ τῶν Διδύμων· εἶτα συνάπτει πρὸς τὰ

    μέσα τοῦ Καρκίνου ὁ δὲ Ἄρατος ἀπὸ τῶν ἐσχάτων ἀρξάμενός φησιν·

  • ἐν δέ οἱ ἀμφότεραι κεφαλαὶ Διδύμων φορέονται,
  • ἐν δὲ τὰ γούνατα κεῖται ἀρηρότος Ἡνιόχοιο,
  • λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτοῦ
  • Περσέως, Ἀνδρομέδης δὲ μέσην ἀγκῶνος ὕπερθεν
  • δεξιτερὴν ἐπέχει· τὸ μέν οἱ θέναρ ὑψόθι κεῖται
  • ἀσσότερον βορέαο, νότῳ δʼ ἐπικέκλιται ἀγκών·
  • ὁπλαὶ δʼ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον
  • ἄκρῃ σύν κεφαλῇ καλοί τʼ Ὀφιούχεοι ὦμοι
  • καὶ τὰ ἐξῆς.

    [*](1. ἔπειτα edd. || 2. τε*] δὲ vulg. || 3. ἀστέρων B. | τεταχὼς B edd. || 7. δʼ ἐν A. || 13. καὶ ante ἡ om. A. || 14. καὶ τοῦ Περσέως ὁ *] τοῦ περσέως· καὶ ὁ vulg. || 15. γούνατα edd. | τὰ τοῦ ἡν. A edd. || 16. συνάπτει*] συμπίπτει vulg. || 20 ἐν δέ οἱ)
    22

    Ἐπὶ δὲ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Εὔδοξός φησιν οὕτως· „ἔστι δὲ ἐν αὐτῷ τὰ μέσα τοῦ Αἰγόκερω, „καὶ οἱ πόδες τοῦ Ὑδροχόου, καὶ τοῦ Κήτους ἡ οὐρά, „καὶ τοῦ Ποταμοῦ ἡ καμπή, καὶ ὁ Λαγωός, καὶ τοῦ „Κυνὸς οἱ πόδες καὶ ἡ οὐρά, καὶ τῆς Ἀργοῦς ἡ πρύμνα „καὶ ὁ ἱστός, καὶ τοῦ Κενταύρου ὁ νῶτος καὶ τὰ „στήθη, καὶ τὸ Θηρίον, καὶ τοῦ Σκορπίου τὸ κέντρον· „εἶτα διὰ τοῦ Τοξότου πρὸς τὰ μέσα τοῦ Αἰγόκερω

    „συνάπτει ὁ δὲ Ἄρατός φησιν οὕτως·

  • ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα
  • τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
  • ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
  • αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ
  • καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον
  • Σκορπίου, ἐν καὶ τόξον ἐλαφροῦ Τοξευτῆρος.
  • ὁμοίως δὲ τούτοις παραγέγραφεν ὁ Ἄρατος καὶ τὰ ἐπὶ τοῦ ἰσημερινοῦ κύκλου κείμενα.

    Χωρὶς δὲ τούτων καὶ τὸ κλίμα τοῦ κόσμου 〈τὸ αὐτὸ〉 τῷ Εὐδόξῳ ὑποτίθεται ὁ Ἄρατος. καὶ γὰρ ὁ Εὔδοξος ἐν τῷ ἐπιγραφομένῳ Ἐνόπτρῳ τὸν τροπικὸν τέμνεσθαί φησιν οὕτως, ὥστε λόγον ἔχειν τὰ τμήματα πρὸς ἄλληλα τὸν αὐτόν, οἷον ἔχει τὰ εʹ πρὸς τὰ γʹ.

    [*](2. δʼ ἐν A. || 3. τοῦ ante Ὑδρ. om. B. | ὑδρηχόου hic tan- tum Vat., ceterum semper ὑδροχ. A Ur., ὑδριχ. B ed. pr. hic et sic semper. || 4. λαγῳὸς at. B (L λαγωιὸς) edd. hic et sic semper, λαγωγὸς P1P2 hic et sic saepius, γ plerumque erasum P2. || 6. ὀιστὸς Vat., ὁ ἱστὸς P2LMV edd, ὁ ἵστὸς P1. || 10. αἰγοκε- ρῆσι B. || 12 οἱ ἔστι A edd., οἱ ἐστὶ B. || 14. ἐν δέ οἱ κέντρ. B. ||)