In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ὅτι μὲν οὖν Εὐδόξῳ ἐπακολουθήσας ὁ Ἄρατος συντέταχε τὰ Φαινόμενα, ἱκανῶς οἶμαι δεικνύναι διὰ τῶν προειρημένων. ἐν οἷς δὲ διαπίπτουσιν οὗτοί τε καὶ οἱ συνεπιγραφόμενοι αὐτοῖς, ὧν ἐστι καὶ ὁ Ἄτταλος, νῦν ὑποδείξομεν. ἐκθησόμεθα δὲ εὐθέως καὶ ἐν οἷς ἰδίᾳ ἕκαστος αὐτῶν διαμαρτάνει.

Προδιαληπτέον δὲ, διότι Ἄτταλος πᾶσι σχεδὸν τοῖς ὑπὸ τοῦ Ἀράτου λεγομένοις περὶ τῶν οὐρανίων συνεπι- γράφεται ὡς συμφώνως τοῖς φαινομένοις ὑπʼ αὐτοῦ λεγομένοις, πλὴν ἐφʼ ἑνὸς καὶ θατέρου, ἃ δὴ καὶ

ὑποδείξομεν ἐν τοῖς ἐξῆς. λέγει γοῦν ἐν τῷ προοιμίῳ τὸν τρόπον τοῦτον· „διὸ δὴ τό τε τοῦ Ἀράτου βιβλίον „ἐξαπεστάλκαμέν σοι διωρθωμένον ὑφʼ ἡμῶν καὶ τὴν „ἐξήγησιν αὐτοῦ, τοῖς τε φαινομένοις ἕκαστα σύμφωνα ,,ποιήσαντες καὶ τοῖς ὑπὸ τοῦ ποιητοῦ γεγραμμένοις „ἀκόλουθα καὶ πάλιν ἑξῆς φησι· „τάχα δέ τινες „ἐπιζητήσουσι, τίνι λόγῳ πεισθέντες φαμὲν ἀκολούθως „τῇ τοῦ ποιητοῦ προαιρέσει τὴν διόρθωσιν τοῦ βιβλίου ,,πεποιῆσθαι· ἡμεῖς δὲ ἀναγκαιοτάτην αἰτίαν ἀποδίδομεν „τὴν τοῦ ποιητοῦ πρὸς τὰ φαινόμενα συμφωνίαν

τοιαύτην οὖν ἔχοντος τοῦ Ἀττάλου τὴν διάληψιν, ὅσα ἂν ἀποδεικνύωμεν τῶν ὑπὸ τοῦ Ἀράτου καὶ Εὐδόξου κοινῶς λεγομένων διαφωνοῦντα πρὸς τὰ φαινόμενα, [*](5. ὁ om. Vat. || 7. ἰδία AP ed. pr., ἰδίαι L. 8. προλη- πτέον B edd. || 11. θατέρου*] δευτέρου vulg. || 12. ἐν τοῖς ἐφεξῆς B (ἐφʼ ἑξῆς L) edd. | γʼ οὖν LP3M edd. hic et sic semper. 14. σοι om. B. || 18. ἐπιζητοῦσιν B edd. || 20. δʼ ἀναγκ. A. || 21. τοῦ ποιητοῦ om. A. | πρὸς τὰ φαινόμενα om. B edd. || 22. ἔχοντες A.)

26
δεῖ διαλαμβάνειν καὶ τὸν Ἄτταλον περὶ τῶν αὐτῶν διημαρτημένως συναποφαινόμενον.

Πρῶτον μὲν οὖν ὁ Ἄρατος ἀγνοεῖν μοι δοκεῖ τὸ ἔγκλιμα τοῦ κόσμου νομίζων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τοιοῦτον εἶναι, ὥστε τὴν μεγίστην ἡμέραν λόγον ἔχειν πρὸς τὴν ἐλαχίστην τὸν αὐτόν, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ. λέγει γὰρ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ·

  • τοῦ μέν, ὅσον τε μάλιστα, διʼ ὀκτὼ μετρηθέντος
  • πέντε μὲν ἔνδια στρέφεται καὶ ὑπέρτερα γαίης,
  • τὰ τρία δʼ ἐν περάτῃ.
  • συμφωνεῖται δή, διότι ἐν μὲν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ὁ γνώμων λόγον ἔχει πρὸς τὴν ἰσημερινὴν σκιάν, ὃν ἔχει τὰ δʹ πρὸς τὰ γʹ. ἐκεῖ δὴ τοίνυν ἡ μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν ἔγγιστα πεμπτημορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν

    λζʹ ὡς ἔγγιστα. ὅπου δὲ ἡ μεγίστη ἡμέρα λόγον ἔχει πρὸς τὴν ἐλαχίστην, ὃν ἔχει τὰ εʹ πρὸς τὰ γʹ, ἐκεῖ ἡ μὲν μεγίστη ἡμέρα ἐστὶν ὡρῶν ιεʹ, τὸ δὲ ἔξαρμα τοῦ πόλου μοιρῶν μαʹ ὡς ἔγγιστα. δῆλον τοίνυν ὅτι οὐ δυνατὸν ἐν τοῖς περὶ τὴν Ἑλλάδα 〈τόποις〉 τὸν προ- ειρημένον εἶναι λόγον τῆς μεγίστης ἡμέρας πρὸς τὴν ἐλαχίστην, ἀλλὰ μᾶλλον ἐν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις.

    Καίτοι γε ὁ μὲν Ἄρατος οὐκ ἀφʼ ἑαυτοῦ κρίσιν περὶ τῶν τοιούτων προφερόμενος γέγραφεν, ἀλλὰ τῷ Εὐδόξῳ καὶ περὶ τούτου κατακολουθήσας. εἰ δὲ καὶ ἀφʼ ἑαυτοῦ γέγραφεν, οὐ διασαφήσας, ἐν ποίοις 〈τόποις〉 ἐστὶν ἡ προειρημένη ἔγκλισις τοῦ κόσμου, τάχα ἂν

    κατά γε τοῦτο διακρούοιτο τὸ ἔγκλημα. ὁ μέντοι γε [*](6. τὸν αὐτὸν om. B. | τὸν αὐτὸν τρόπον, ὃν A. | ἔχειν A. || 9. ἐνδιαστρέφεται AB. || 12. ἡμερινὴν B ed. pr., ἡσημερινὴν Ur.,)

    28
    Ἄτταλος ὁμολογουμένως ἠγνόει λέγων ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τὴν μεγίστην ἡμέραν πρὸς τὴν ἐλαχίστην λόγον ἔχειν, ὃν 〈ἔχει〉 τὰ εʹ πρὸς τὰ γʹ. προεκθέμενος γὰρ τὰ ἐπὶ τοῦ θερινοῦ τροπικοῦ ποιήματα, ἐπιφέρει ταυτί· „διὰ δὲ τούτου φανερὸν ποιεῖ, διότι τὴν ὅλην „πραγματείαν ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πεποίηται· „παῤ ἐκείνοις γάρ ἐστιν ἡ μακροτάτη ἡμέρα πρὸς τὴν

    „μικροτάτην νύκτα ὡς τὰ εʹ πρὸς τὰ γʹ.“ ἔτι δὲ μᾶλλον θαυμάσειεν ἄν τις, πῶς ποτε οὐκ ἐπέστησε τοῦ Εὐδόξου ἐν τῷ ἑτέρῳ συντάγματι διαφόρως ἐκθε- μένου καὶ γράφοντος, ὅτι τὸ ὑπὲρ γῆν τοῦ τροπικοῦ τμῆμα πρὸς τὸ ὑπὸ γῆν λόγον ἔχει, ὃν 〈ἔχει〉 τὰ ιβʹ πρὸς τὰ ζʹ, ὁμοίως δὲ τούτῳ καὶ τῶν περὶ Φίλιππον ἀναγραφόντων καὶ ἄλλων πλειόνων, πλὴν ὅτι συντε- τάχασι μὲν τὰς συνανατολάς τε καὶ συγκαταδύσεις τῶν ἄστρων ὡς ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις τετηρημένων, κατὰ δὲ τὸ ἔγκλιμα τῶν τόπων τούτων διημαρτήκασι.

    Παραπέμψαντες 〈οὖν〉 τοῦτο τὸ ἀγνόημα τὴν ὅλην αὐτῶν σύνταξιν ἐπεσκεψάμεθα πρὸς τὸν ἐν τῇ Ἑλλάδι ὁρίζοντα. οὐδὲ γὰρ φιλαλήθους, ἀλλὰ κενοσπούδου, τὸ κατὰ πάντα μαχόμενον τῇ διεψευσμένῃ ὑποθέσει ἐπιλαμβάνεσθαι αὐτῶν, κἂν τύχῃ συμφώνως λεγόμενα

    τοῖς ἐν τῇ Ἑλλάδι φαινομένοις. ὑποκείσθω δὲ ἡμῖν ὁρίζων πρὸς τὴν ἐπίσκεψιν ὁ ἐν Ἀθήναις, οὗ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν ἰσημερινῶν ιδʹ καὶ τριῶν πεμπτη- μορίων, τὸ δὲ ἔξαρμα τοῦ πόλου περὶ μοίρας λζʹ.

    [*](3. ἐκθέμενος B. || 4. ἐπιφέρεται A. edd. || 5. διὰ δὲ τοῦτο B ed. pr. || 13. τούτων A. || 14. πλὴν ὅτι συντετάχασι*] πλὴν ἐπισυντετ vulg. (ἐπὶ συντετ. M.) || 16. ὡς om. B. || 17. ἔγκλημα A. ||)