In Arati et Eudoxi phaenomena commentariorum libri iii
Hipparchus
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894
τούτοις δοκιμάζῃς. καὶ διασαφῶ μὲν οὐ μόνον τὴν συνανατολὴν ἢ συγκατάδυσιν, ἔτι δὲ καὶ τίνες ἀστέρες ἑκάστου τῶν ἄστρων πρῶτοί τε καὶ ἔσχατοι ἀνατέλ- λουσιν ἢ δύνουσι, καὶ τίνες τῶν ἄλλων ἀστ τέρων μεσουρα- [*](1. περιτίθησιν B edd., et sic fere semper ν ἐφελκ. etiam ante cons praebent; conf. Praef. cap. ll. ||6. καὶ ante ἐκ om. B. 9. κἂν ex καὶ factum L, καὶ ἐὰν A edd || 11 κατἰδίαν L, κατιδίαν Vat. P1M edd. | ἢ corr. Scal. et Ρet. ἠ LM, ἡ V edd. 12. ἐπαγγελλομένων B edd. || 13. προφέρ. corr Scal., προσφέρ. vulg | προσφ. καὶ διαμαρτανόντων ἐν αὐτοῖς B, προσφέρ μὲν διαμαρτόντων ἐν αὐτοῖς ed. pr., προσφ. καὶ διαμαρτανόντων τῶν ἐν αὐτοῖς Ur Scal. scribi voluit: ἢ μαθ. κρίσιν τῶνδε ἐπαγγελλομένων μὲν ἐν τοῖς οὐρ. προφέρεσθαι, διαμαρτανόντων)
ἀνατέλλει ἢ δύνει. ἐπὶ πᾶσι δὲ διασαφῶ καὶ τίνες ἀστέρες ἀφορίζουσι πάντα τὰ εἰκοσιτέσσαρα ὡριαῖα διαστήματα. διότι γὰρ ἕκαστον τούτων συντείνει πρὸς πολλὰ καὶ χρήσιμα τῶν ἐν τοῖς μαθήμασι θεωρημάτων, εὐκατανόητον εἶναι καὶ σοὶ νομίζω.
Ὅτι μὲν οὖν τῇ Εὐδόξου περὶ τῶν φαινομένων ἀναγραφῇ κατηκολούθηκεν ὁ Ἄρατος, μάθοι μὲν ἄν τις διὰ πλειόνων παρατιθεὶς τοῖς ποιήμασιν αὐτοῦ περὶ ἑκάστου τῶν λεγομένων τὰς παρὰ τῷ Εὐδόξῳ λέξεις. οὐκ ἄχρηστον δὲ καὶ νῦν διʼ ὀλίγων ὑπομνῆσαι
διὰ τὸ διστάζεσθαι τοῦτο παρὰ τοῖς πολλοῖς. ἀνα- φέρεται δὲ εἰς τὸν Εὔδοξον δύο βιβλία περὶ τῶν φαινομένων, σύμφωνα κατὰ πάντα σχεδὸν ἀλλήλοις πλὴν ὀλίγων σφόδρα. τὸ μὲν οὖν ἓν αὐτῶν ἐπι- γράφεται ,,Ἔνοπτρον“, τὸ δὲ ἕτερον ,,Φαινόμενα“. πρὸς τὰ Φαινόμενα δὲ τὴν ποίησιν συντέταχεν.
Ἐν δὴ τούτῳ τῷ συντάγματι Εὔδοξος περὶ μὲν τοῦ Δράκοντος οὕτως γράφει· ,,μεταξὺ δὲ τῶν Ἄρκτων ,,ἐστὶν ἡ τοῦ Ὄφεως οὐρά, τὸν ἄκρον ἀστέρα ὑπὲρ τῆς [*](1. ἑκάστ τὰς τῶν A. ||4. πάντα om. B. || ὡριμαία A. 5. γὰρ sub linea add. L, ad marg M, om. V. ||7. νομίζων V, ν finali expuncto LM. ||13. τὰς παρὰ τῷ Εὐδ.*] τὰς περὶ τοῦ Εὐδ. AB, τὰς τοῦ Εὐδ. edd. || 16. β’ βιβλία B edd., et sic fere semper, ubi numeralia occurrunt, conf. Praef. cap. ll. 23. ἔστιν A ed. pr. | τὸν ἄκρον*] τὸν μικρὸν vulg.(ι ex α factum L.))
„λήν ὁ δὲ Ἄρατος, ὡς ἂν παραγράφων ταῦτα, φησίν·
Περὶ δὲ τοῦ Βοώτου ὁ μὲν Εὔδοξός φησιν· „ὄπι- „σθεν δὲ τῆς Μεγάλης Ἄρκτου ἐστὶν ὁ Ἀρκτοφύλαξ.“ ὁ δὲ Ἄρατος·
Ἐπὶ δὲ τοῦ Ἐνγόνασιν ὁ μὲν Εὔδοξός φησι· „παρὰ δὲ τὴν κεφαλὴν τοῦ Ὄφεως ὁ Ἐνγούνασίν „ἐστιν, ὑπὲρ τῆς κεφαλῆς τὸν δεξιὸν πόδα ἔχων.“ ὁ δὲ Ἄρατος· [*](1. κάμπην B hic et sic semper. || 8. παρὰ κεφ. P2, παρ κεφ. LV, παρακεφαλὴν M. || 9. κενοσουρα Vat., κυνοσουρα (sic) L, κυνὸς οὐρὰ P3, κυνὸς οὔρα V. || 11. εἱλεῖται AV. 14. Μεγ. Ἄρκ. ἐστὶν transposui, μεγ. ἐστὶν ἄρκ. vulg. || 16. ἐξό- πισθεν AP3M V. || 20. ποσὶν A. | ὕπο σκέπτ. corr. Μaass, ὑπο-)
Τὸν δὲ Στέφανον ὁ μὲν Εὔδοξός φησιν ὑπὸ τὸν νῶτον τοῦ Ἐνγούνασι κεῖσθαι· ὁ δὲ Ἄρατος·
Περὶ δὲ τῆς θέσεως τῆς Μεγάλης Ἄρκτου ὁ μὲν Εὔδοξός φησιν· „ὑπὸ δὲ τὴν κεφαλὴν τῆς Μεγάλης „Ἄρκτου οἱ Δίδυμοι κεῖνται, 〈κατὰ μέσον δὲ ὁ Καρκί- „νος,〉 ὑπὸ δὲ τοὺς ὀπισθίους πόδας ὁ Λέων. πρὸ „δὲ τῶν ἐμπροσθίων ποδῶν τῆς Ἄρκτου ἀστήρ ἐστι „〈λαμπρός〉, λαμπρότερος δὲ ὑπὸ τὰ ὀπίσθια γόνατα,
„καὶ ἄλλος ὑπὸ τοὺς ὀπισθίους πόδας ὁ δὲ Ἄρατος·
Ἐπὶ δὲ τοῦ Ἡνιόχου ὁ μὲν Εὔδοξός φησι· „κατέ- „ναντι δὲ τῆς κεφαλῆς τῆς Μεγάλης Ἄρκτου ὁ Ἡνίοχος „ἔχει τοὺς ὤμους λοξὸς ὢν ὑπὲρ τοὺς πόδας τῶν „Διδύμων, ἔχων τὸν δεξιὸν πόδα κοινὸν τῷ ἐν ἄκρῳ „τῷ ἀριστερῷ κέρατι τοῦ Ταύρου ὁ δὲ Ἄρατος ἐπ αὐτοῦ φησιν οὕτως·