In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τούτων δὲ τὰ μὲν ἄλλα, ἐπεὶ κατὰ συνεγγισμὸν εἴρηται, οὐκ ἂν διστάζοιτο. ὁ δὲ καλούμενος Κάνωπος οὐκ ὀρθῶς λέγεται ἐν αὐτῷ τῷ ἀφανεῖ κύκλῳ φέρεσθαι· ἔστι γὰρ οὗτος ὁ νοτιώτερος τῶν ἐν τῷ Πηδαλίῳ καὶ λαμπρός. ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ 〈νοτίου〉 πόλου

περὶ μοίρας λη΄ ??. ὁ δὲ ἐν Ἀθήναις ἀεὶ ἀφανὴς κύκλος ἀπέχει ἀπὸ τοῦ πόλου περὶ μοίρας λζ΄, ὁ δὲ ἐν Ῥόδῳ περὶ μοίρας λϚ΄. δῆλον οὖν ὅτι ὁ ἀστὴρ οὗτος βορειότερός ἐστι τοῦ ἐν τῇ Ἑλλάδι ἀφανοῦς κύκλου καὶ δύναται ὑπὲρ γῆς φερόμενος βλέπεσθαι. καὶ δὴ καὶ θεωρεῖται ἐν τοῖς περὶ τὴν Ῥόδον τόποις.

[*](5. πόλου*] κύκλου vulg.; ad πολου in marg. κύκλου m. 1 L. || 8. ἀειφανοῦς B edd. || 11. ἀειφανῆ B edd. || 13. ἀεὶ om. B,)
116

Πάλιν δὲ ὁ Εὔδοξος διασαφεῖ καὶ τοὺς ἐπὶ τῶν κολούρων λεγομένων κύκλων κειμένους ἀστέρας καί φησιν ἐπὶ μὲν τοῦ ἑνὸς αὐτῶν κεῖσθαι τὸ μέσον τῆς Μεγάλης Ἄρκτου, καὶ τοῦ Καρκίνου τὸ μέσον, καὶ τὸν αὐχένα τοῦ Ὕδρου, καὶ τῆς Ἀργοῦς τὸ μεταξὺ τῆς

τε πρύμνης καὶ τοῦ ἱσιοῦ· εἶτα μετὰ τὸν ἀφανῆ πόλον τὴν οὐρὰν τοῦ Νοτίου Ἰχθύος, καὶ τὸ μέσον τοῦ Αἰγόκερω, καὶ τὸ μέσον τοῦ Ὀϊστοῦ· τοῦ δὲ Ὄρνιθος διὰ τοῦ αὐχένος καὶ τῆς δεξιᾶς πτέρυγος καὶ διὰ τῆς ἀριστερᾶς χειρὸς τοῦ Κηφέως γράφεσθαι αὐτόν, καὶ διὰ τῆς καμπῆς τοῦ Ὄφεως, καὶ παρὰ τὴν οὐρὰν τῆς Μικρᾶς Ἄρκτου.

Περὶ μὲν οὖν τῆς Ἄρκτου ὁλοσχερῶς ἀγνοεῖ· οἱ γὰρ ἡγούμενοι αὐτῆς, ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἀμφότεροι ἐν τῷ τοῦ Λέοντος δωδεκατημορίῳ κεῖνται. πῶς οὖν δυνατὸν τὸ μέσον

τῆς Ἄρκτου ἐν τῇ ἀρχῇ τοῦ Καρκίνου κεῖσθαι; τῆς δὲ κεφαλῆς τοῦ Ὕδρου οἱ ἡγούμενοι ἐπέχουσι Καρκίνου πλεῖον ἢ μοίρας ι΄. δῆλον οὖν ὅτι πολλῷ πλεῖον ὑπολείπεται τοῦ εἰρημένου κύκλου ὁ αὐχὴν τοῦ Ὕδρου.