In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

περὶ δὲ τῆς Ἀργοῦς οὐχ ὑγιῶς εἴρηται. τῶν δʼ ἐν τῇ οὐρᾷ τοῦ Νοτίου Ἰχθύος ὁ μάλιστα ἡγούμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας κγ΄· τοσοῦτον ἄρα ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐκ ἐπʼ

αὐτοῦ φέρεται. ὁ δὲ Ὀϊτὸς ὅλος ὑπολείπεται τοῦ προειρημένου κύκλου καὶ οὐ διὰ μέσου τέμνεται ὑπʼ αὐτοῦ· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ ἀστὴρ ἐπέχει τοῦ Αἰγόκερω μοῖραν α΄· οὐκ ἄρα δυνατὸν διχοτομεῖσθαι

αὐτὸν ὑπὸ τοῦ προειρημένου κύκλου. ὁμοίως δὲ καὶ [*](3. τοῦ om. A. || 6. ἰστοῦ Vat. || 7. τὸ μέσον] τομὴν A. hic et infra, τὸ μεσ`|του L. || 8. δʼ ὄρν. P1P2. || 10. καὶ αὐτόν· καὶ B.)

118
ὁ Ὄρνις ὅλος πρὸς ἀνατολὰς κεῖται τοῦ εἰρημένου κύκλου· ὁ γὰρ ἡγούμενος ἐν αὐτῷ καὶ ἐπʼ ἄκρου τοῦ ῥύγχους ἐπέχει 〈τοῦ Αἰγόκερω〉 μοίρας α΄ Ϟ″· τῶν δὲ ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ὁ μάλιστα πρὸς δύσιν κείμενος ἐπέχει τοῦ Αἰγόκερω πλεῖον ἢ μοίρας Ϛ΄ Ϟ″· οὐκ ἄρα δυνατὸν οὔτε τὸν αὐχένα τοῦ Ὄρνιθος οὔτε τὴν δεξιὰν πτέρυγα αὐτοῦ ἐπὶ τοῦ εἰρημένου κύκλου

κεῖσθαι. τοῦ γε μὴν Κηφέως ἡ ἀριστερὰ χεὶρ πολὺ ὅλως παραλλάσσει τὸν εἰρημένον κύκλον πρὸς ἀνατολάς· καὶ γὰρ οἱ ἐν τῇ κεφαλῇ αὐτοῦ οἱ ἡγούμενοι μάλιστα τοῦ Ὑδροχόου ἐπέχουσι πλεῖον ἢ μοίρας ι΄, ὁ δὲ ἐν τῇ ἀριστερᾷ χειρὶ λαμπρὸς ἀστήρ, ὃν ἐν τῷ ὤμῳ τινὲς τιθέασι, τοῦ Ὑδροχόου ἐπέχει μοίρας κε΄· παρὰ μικρὸν οὖν δύο ζῴδια παραλλάσσει. περὶ μέντοι τῆς καμπῆς τοῦ Ὄφεως καὶ τῆς οὐρᾶς τῆς Μικρᾶς Ἄρκτου ὀρθῶς ἀπεφήνατο.

Εν δὲ τῷ ἑτέρῳ κολούρῳ φησὶ κεῖσθαι πρῶτον μὲν τὴν ἀριστερὰν χεῖρα τοῦ Ἀρκτοφύλακος καὶ τὰ μέσα αὐτοῦ κατὰ μῆκος· εἶτα τὰ μέσα τῶν Χηλῶν κατὰ πλάτος καὶ τοῦ Κενταύρου τὴν δεξιὰν χεῖρα καὶ τὰ ἐμπρόσθια γόνατα· μετὰ δὲ τὸν ἀφανῆ πόλον 〈τὴν〉 καμπήν τε τοῦ Ποταμοῦ καὶ 〈τοῦ〉 Κήτους τὴν κεφαλὴν καὶ τοῦ Κριοῦ τὰ νῶτα κατὰ πλάτος καὶ τοῦ Περσέως τὴν κεφαλὴν καὶ τὴν δεξιὰν χεῖρα.

Ἡ μὲν οὖν ἀριστερὰ χεὶρ τοῦ Ἀρκτοφύλακος ὑπο- λείπεται τοῦ εἰρημένου κύκλου ὡς ἥμισυ μέρος ζῳδίου καὶ οὐκ ἐπʼ αὐτοῦ φέρεται τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου, ὡς Εὔδοξός φησιν· ὁ γὰρ ἡγούμενος [*](2. ἐν αὐτῷ*] ἐπʼ αὐτοῦ vulg. || 3. ῥύγχους ἐπέχει] ῥύγχου σαω A. | ἀπέχει B edd. || 5. ἀπέχει A Ur. | τοῦ Αἰγ.*] τοῦ πρώτου οὐ A., τοῦ ᾱ οὐ B edd. | πλέον A edd. || 6. οὔτε τὸν*])

120
τῶν ἐν αὐτῇ ἐπέχει Χηλῶν πλεῖον ἢ μοίρας ιγ΄.