In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Χωρὶς δὲ τῶν εἰρημένων τριῶν κύκλων ὁ Εὔδοξος καὶ τοὺς ἐπὶ τοῦ ἀρκτικοῦ κύκλου κειμένους ἀστέρας διασαφεῖ. καί φησιν ἐπʼ αὐτοῦ κεῖσθαι τόν τε ἀρι- στερὸν ὦμον τοῦ Ἀρκτοφύλακος, καὶ τὰ ἄνωθεν τοῦ Στεφάνου, καὶ τὴν κεφαλὴν τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως, τῆς δὲ Λύρας καὶ τῆς δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν, τοῦ δὲ Κηφέως τὸ στῆθος, τῆς δὲ Κασσιεπείας τὰ ἄνωθεν· εἶτα ὑπὸ τοὺς ἐμπροσθίους πόδας τῆς Μεγάλης Ἄρκτου 〈μεταξὺ τῆς Ἄρκτου〉 καὶ τοῦ Λέοντος ἄχρι πρὸς τὸν ὦμον τοῦ Ἀρκτοφύλακος 〈φέρεσθαι αὐτόν.〉

〈Ὁ μὲν οὖν ἀριστερὸς ὦμος τοῦ Ἀρκτοφύλακος νοτιώτερός ἐστι τοῦ ἀεὶ φανεροῦ τοῦ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις πλεῖον ἢ μοίραις δ΄. ἀπὸ γὰρ τοῦ βορείου πόλου ἀπέχει μοίρας μα΄ δ΄΄ ὁ δὲ ἀεὶ φανερὸς κύκλος ἀπέχει μοίρας λζ΄. „τὰ δὲ ἄνωθεν τοῦ Στε- φάνου καὶ τῆς Λύρας ὁλοσχερέστερον εἴρηται· οὐ γὰρ συνεγγίζει ταῦτα τῷ ἀεὶ φανερῷ κύκλῳ, ἀλλʼ ἑκάτερον αὐτῶν πολλῷ νοτιώτερόν ἐστιν· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν τῇ Λύρᾳ ἀπέχει ἀπὸ τοῦ βορείου

πόλου μοίρας μθ΄. ἡ δὲ κεφαλὴ τοῦ διὰ τῶν Ἄρκτων Ὄφεως βορειοτέρα μέν, ἐγγὺς δὲ τοῦ ἀεὶ φανεροῦ κύκλου φέρεται· ὁ γὰρ νοτιώτερος αὐτῶν καὶ ἐπὶ τοῦ ἀριστεροῦ κροτάφου κείμενος ἀπέχει ἀπὸ τοῦ πόλου

μοίρας λζ΄, ὅσας καὶ ὁ ἀεὶ φανερὸς κύκλος. τοῦ δὲ Κηφέως τὸ στῆθος βορειότερόν ἐστι τοῦ ἀεὶ φανεροῦ [*](7. Τῆς δὲ λύρας initium lineae post punctum B || 10. καὶ] ἀπὸ B. || 16. μ° μδ δ΄ B edd. | ἀειφάνερος, quod in ἀειφανερὸς)

114
κύκλου, ὡς πρότερον ὑποδεδείχαμεν. τῆς 〈δὲ〉 δεξιᾶς πτέρυγος τοῦ Ὄρνιθος τὰ ἄνωθεν καὶ τῆς Κασσιεπείας ὁ ποὺς ἐπὶ τοῦ 〈ἀεὶ〉 φανεροῦ κύκλου φέρεται· ὁ μὲν γὰρ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι ἀπέχει ἀπὸ τοῦ βορείου πόλου μοίρας μ΄· ὁ δὲ βορειότερος τῶν ἐν τῇ Κασσιεπείᾳ, ὅς ἐστιν ἐν τοῖς ποσίν, ἀπέχει ἀπὸ

τοῦ πόλου μοίρας λη΄. καὶ οἱ πόδες δὲ τῆς Μεγάλης Ἄρκτου βορειότεροι φέρονται τοῦ ἀεὶ φανεροῦ κύκλου. ὁ μὲν γὰρ ἡγούμενος αὐτῶν ἀπέχει ἀπὸ τοῦ βορείου πόλου περὶ μοίρας κδ΄, ὁ δὲ ἑπόμενος περὶ μοίρας κε. εὐλόγως οὖν φησι τὸν ἀεὶ φανερὸν „φέρεσθαι μεταξὺ τῆς Ἄρκτου καὶ τοῦ Λέοντος“.

Ἐπὶ δὲ τοῦ ἀεὶ ἀφανοῦς κύκλου τὰ μὲν ἐπʼ αὐτοῦ φερόμενα ἄστρα οὐχ ὁρᾶται· „ἐγγυτάτω δέ, φησίν, ,,αὐτοῦ ἐστι τοῦ τε ὕδατος τοῦ Ποταμοῦ τὰ ἄκρα καὶ „τῆς Ἀργοῦς τὸ ἔδαφος καὶ τὸ πηδάλιον· εἶτα τὸ Θηρίον „καὶ τὸ Θυμιατήριον· ἔτι δὲ τοῦ Τοξότου τὰ ὀπίσθια ,,σκέλη. ὁ δὲ ἐξ Αἰγύπτου ὁρώμενος ἀστήρ ἐστιν ἐν αὐτῷ.“