In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἑξῆς δέ φησιν·

  • οὐ μὴν Αἰητοῦ ἀπαμείρεται, ἀλλὰ μάλʼ ἐγγὺς
  • Ζηνὸς ἀητεῖται μέγας ἄγγελος· ἡ δὲ κατʼ αὐτὸν
  • Ἱππείη κεφαλὴ καὶ ὑπαύχενον εἱλίσσονται.
  • συνεγγίζει δὲ καὶ ταῦτα τῇ ἀληθείᾳ.

    [*](1. δέ οἱ edd || 2. ἐληλαμένος B edd. || 3. ὅ κλάς M, ὁ κλάς V, ὄκλαξ edd. || 9. ζώνη Ur., ζώνης cett. | ἐυφθεγγέος B. 10. ἔνι οἱ] ἔνιοι B. || 13. σπείρα A. | Δράκοντος] Ὕδρου scribend. esse vid. || 16. Ἔνι] ἔνιοι B. || 20. γούνατα edd. || 21. ἐστι] εἰ- σιν B. || 22. μοίραις ιʹ] μ° ιεʹ B. || 24. Αἰητοῦ] ἀιεί τοι LP3, ἀεί)
    110

    Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως εἴρηκε. τῶν δὲ Χηλῶν τὰ μέσα φησὶν ἐπὶ τοῦ ἰσημερινοῦ κεῖσθαι, τοῦ δὲ Ἀετοῦ τὴν ἀριστερὰν πτέρυγα, τοῦ δὲ Ἵππου καὶ τὴν ὀσφύν, καὶ ἔτι τῶν Ἰχθύων τὸν βορειότερον

    αὐτῶν. οὔτε δὲ ὁ Ἀετὸς ἐπιβάλλει τῷ ἰσημερινῷ, ὅ τε ἐπὶ τῆς ὀσφύος τοῦ Ἵππου βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον ἢ μοίραις γʹ Ϟʹʹ. ὅ γε μὴν βορειό- τερος τῶν Ἰχθύων βορειότερός ἐστι τοῦ ἰσημερινοῦ ἔγγιστα μοίραις ιʹ.

    Ὁ δὲ Ἄτταλος περὶ τῶν ἐν τοῖς εἰρημένοις κύκλοις ἀστέρων τὸν μὲν κατὰ μέρος λόγον παραπέμπει, γράφει δὲ ταῦτα· „ἐν οἷς δὲ διασαφεῖ, διὰ τίνων ἀστέρων „ἕκαστος τῶν τριῶν παραλλήλων διήκει, ὅτι παρα- ,,πέμπει ὁλοσχερῶς, οὐ δυναμένων διέρχεσθαι τῶν „κύκλων διʼ ὧν φησιν ἀστέρων αὐτοὺς διήκειν, διὰ „τὸ παρηκολουθηκέναι σε διὰ τῆς διόπτρας ἐπεσκεμ-

    ,,μένον αὐτά, παρῆκα νῦν διασαφεῖν.“ πρῶτον μὲν οὖν ἔδει καὶ τῶν λοιπῶν χάριν τῶν φιλομαθούντων, εἴπερ παρηκολούθει, ὑποδεῖξαι, τίνες τε αὐτῶν νοτι- ώτεροι καὶ βορειότεροι ἐφαίνοντο τοῦ θερινοῦ τρο-

    πικοῦ καὶ πόσῳ· ἔπειτα πρὸς τὸ αὐτὸ τοῦτο μόνον κατανοῆσαι, διότι οὐ φέρονται κύκλοι διὰ τῶν εἰρη- μένων ἀστέρων, οὐ χρεία διόπτρας· πολλῷ γὰρ τῶν μὲν νοτιωτέρων ὑπαρχόντων, τῶν δὲ βορειοτέρων, αὐτόθεν ἀναβλέψαντι φανερὸν γίνεται, διότι οὐ δυνατὸν διὰ τῶν λεγομένων ἀστέρων γραφῆναι ἢ τὸν ἰσημερινὸν ἢ παράλληλόν τινα τούτῳ κύκλον.

    [*](3. δὲ Ἀετοῦ] τʼ ἀετ. A, τε ἀετ. B (L αἰετ., P ᾀετ.) edd. || 4. ὀσφῦν B edd. || 5. αἰετὸς L, ἀετὸς P3V. ||7. 8. πλεῖον — τοῦ)