In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Ἑξῆς δέ φησι·

  • καλοί τʼ Ὀφιούχεοι ὦμοι
  • αὐτὸν δινεύονται ἐληλάμενοι περὶ κύκλον.
  • ἐν δὲ τούτοις τελέως ἀγνοεῖ· τῶν γὰρ τοῦ Ὀφιούχου ὤμων ὁ μὲν δεξιὸς πολλῷ ἔγγιον κεῖται τοῦ ἰση- μερινοῦ ἤπερ τοῦ τροπικοῦ, ὁ δὲ ἀριστερὸς τρίτῳ μέρει ἑνὸς ζῳδίου νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ μὲν γὰρ δεξιὸς ὦμος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις ἔγγιστα ζʹ, ὁ δὲ ἀριστερὸς ὡς ἔγγιστα μοίραις ιεʹ.

    Ἑξῆς δέ φησιν·

  • ἡ δʼ ὀλίγον φέρεται νοτιωτέρη, οὐδʼ ἐπιβάλλει,
  • Παρθένος· ἀλλὰ Λέων καὶ Καρκίνος, οἱ μὲν ἅμʼ
  • ἄμφω
  • ἑξείης κέαται βεβλημένοι, αὐτὰρ ὁ κύκλος
  • τὸν μὲν ὑπὸ στῆθος καὶ γαστέρα μέχρι παῤ αἰδῶ
  • τέμνει, τὸν δὲ διηνεκέως ὑπένερθε χελείου,
  • Καρκίνον, ἧχι μάλιστα διχαιόμενόν κε νοήσαις
  • ὀρθόν, ἵνʼ ὀφθαλμοὶ κύκλου ἑκάτερθεν ἴοιεν.
  • ταῦτά μοι δοκεῖ συμφώνως τοῖς φαινομένοις εἰρηκέναι· τῶν τε γὰρ ἐν τῷ στήθει τοῦ Λέοντος ὁ μὲν νοτιώτατος καὶ λαμπρότατος, ὃν δή τινες ἐν τῇ καρδίᾳ τιθέασι, μικρῷ νοτιώτερός ἐστι τοῦ τροπικοῦ· ὁ δὲ μετὰ τοῦτον πρὸς [τὰς] ἄρκτους αὐτοῦ κείμενος μικρῷ βορειότερός

    ἐστι τοῦ θερινοῦ τροπικοῦ· καὶ τῶν ἐν τοῖς μηροῖς καὶ σκέλεσι τοῦ Λέοντος τεσσάρων λαμπρῶν ὁ μὲν [*](5. ἐληλαμένοι vulg. || 11. δʼ ἀριστ. A. | ὡς om. B. || 13. ἡ δʼ ὀλ. M., ηδʼ δλ. (sic) L, ἢ δʼ ὀλ. P3, ἠδ᾿ ὀλ. V. || 14. ἅμ᾿ ἄμφω)

    104
    δεύτερος ἀπʼ ἄρκτου ἐν τοῖς μηροῖς κείμενος βορειό- τερός ἐστι τοῦ τροπικοῦ, ὁ δὲ τρίτος καὶ ἐν τοῖς σκέλεσι κείμενος νοτιώτερός ἐστι τοῦ τροπικοῦ. δῆλον οὖν ὅτι διὰ μήκους ὑπʼ αὐτοῦ ὁ Δέων τέμνεται ὑπὸ τὸ

    στῆθος καὶ τὴν λαγόνα. τῶν δʼ ἐν τῷ Καρκίνῳ ἀστέ- ρων τῶν περὶ τὸ Νεφέλιον κειμένων τεσσάρων ὁ μὲν 〈νοτιώτερος τῶν ἀπὸ δύσεως〉 νοτιώτερός ἐστι τοῦ τροπικοῦ οὐκ ἔλασσον ἢ μοίρᾳ αʹ, ὁ δὲ βορειότερος αὐτῶν βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ 〈οὐκ〉 ἔλασσον ἢ μοίρᾳ αʹ. τῶν δʼ ἀπʼ ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων δύο ἀστέρων ὁ μὲν νοτιώτερος ἐπʼ αὐτοῦ σχεδὸν κεῖται τοῦ τροπικοῦ, ὁ δὲ βορειότερος [καὶ] πρὸς [τὰς] ἄρκτους αὐτοῦ ἀπέχει μοίρας ὡς ἔγγιστα βʹ Ϟʹʹ. δῆλον οὖν ὅτι καὶ τὸ περὶ τὸν Καρ- κίνον συμφώνως ἔγγιστα ἀποδέδωκε τοῖς φαινομένοις.

    Διαληπτέον μέντοι γε, ὅτι τὰ περὶ τοῦ Καρκίνου καὶ τοῦ Λέοντος καὶ 〈τῆς〉 Παρθένου καὶ 〈τὰ περὶ〉 τοὺς τοῦ Ἵππου πόδας, ἔτι δὲ καὶ τὰ περὶ τὸν Περσέα καὶ τὰ γόνατα τοῦ Ἡνιόχου καὶ τὰς κεφαλὰς τῶν Διδύμων ἔτι πρότερον Ἀράτου Εὔδοξος ἀναγέγραφεν, ᾧ καὶ

    νομίζομεν κατηκολουθηκέναι τὸν Ἄρατον. τοῦ μέντοι γε Ὀφιούχου τὴν κεφαλήν, καὶ οὐχὶ τοὺς ὤμους, φησὶν Εὔδοξος ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ ἐστὶ μὲν καὶ αὐτὸ ψεῦδος· συνεγγίζει μέντοι τῷ τροπικῷ ἡ κεφαλὴ μᾶλλον ἢ οἱ ὦμοι· νοτιωτέρα γάρ ἐστι τοῦ θερινοῦ τρο- πικοῦ μοίραις ὡς ἔγγιστα ζʹ. τοῦ δὲ Ὄρνιθος ὁ Εὔδοξός φησι τὸν αὐχένα καὶ τὴν ἀριστερὰν πτέρυγα κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ, τῆς δὲ Ἀνδρομέδας τὴν δεξιὰν χεῖρα. [*](2. 3. ὁ δὲ τρίτος — τροπικοῦ om. B. || 7. νοτιώτερος αὐτῶν addi. voluit Scal. || || 8—10. ὁ δὲ βορειότερος — μοίρᾳ αʹ om. B. 9. θερινοῦ τροπ. transposui, τροπ. θερ. A edd. || 10. μοίρᾳ αʹ])

    106