In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

ἔγγιστα μέρει. ὅ γε μὴν Ἡνίοχος οὐδὲ ἔχει ἐπὶ τῶν γονάτων ἀστέρας. εἰ δὲ τῶν μικρῶν τινας ἀμαυροὺς τίθησιν, ἀγνοεῖ· ἔγγιστα γὰρ ἐπὶ τοῦ τροπικοῦ οἱ πόδες αὐτοῦ κεῖνται· ὁ μὲν γὰρ ἐπὶ τοῦ ἀριστεροῦ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις κζʹ, ὁ δὲ ἐπὶ τοῦ

δεξιοῦ μοίραις κγʹ Ϟʹʹ. οὐδὲ μὴν τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τοὺς ὑφʼ ἡμῶν λεγομένους ἀστέρας ἐπὶ τῶν ποδῶν ἐκεῖνος ἐπὶ τῶν γονάτων τίθησιν· ὃν γὰρ ἡμεῖς φαμεν εἶναι ἐπὶ τοῦ δεξιοῦ ποδός, κἀκεῖνος λέγει ἐν τούτοις·

  • λαιοῦ δὲ κεράατος ἄκρον
  • καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο
  • εἷς ἀστὴρ ἐπέχει.
  • Ἑξῆς δέ φησι·

  • λαιὴ δὲ κνήμη καὶ ἀριστερὸς ὦμος ἐπʼ αὐτοῦ
  • Περσέως.
  • πολὺ δὲ καὶ ἐν τούτοις ἀποσφάλλεται τῆς ἀληθείας. ὁ γὰρ ἐν μέσῳ τῷ σώματι τοῦ Περσέως λαμπρὸς ἀστὴρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις μʹ· τοῦ τρο- πικοῦ ἄρα βορειότερός ἐστι μοίραις ιϚʹ, ὅ ἐστι πλεῖον ἥμισυ μέρος ζῳδίου. πολλῷ ἄρα μᾶλλον ὁ ἀριστερὸς ὦμος βορειότερός ἐστι τοῦ θερινοῦ τροπικοῦ· κεῖται γὰρ ὁ Περσεύς τῇ θέσει, ὥστε τὰ μὲν πρὸς τῇ κεφαλῇ μέρη εἶναι αὐτοῦ πρὸς ἄρκτους, τούς δὲ πόδας πρὸς μεσημβρίαν, μικρὸν πρὸς ἀνατολὰς τῆς κεφαλῆς ἀπο- κλινούσης.

    Περὶ δὲ τῆς Ἀνδρομέδας φησίν· [*](3. ὅ γε*] ὅ τε vulg. || 8. κγʹ Ϟʹʹ supplevi, lacuna trium fere litterarum vulg. | τοῦτό ἐστιν B edd. || 10. ὃν*] ὃ vulg. ||)

    100
  • Ἀνδρομέδης 〈δὲ〉 μέσην ἀγκῶνος ὕπερθεν
  • δεξιτερὴν ἐπέχει.
  • ἀγνοεῖ δὲ καὶ κατὰ τοῦτο· καὶ γὰρ οἱ ἐν τῷ δεξιῷ αὐτῆς ὤμῳ βορειότεροί εἰσι τοῦ τροπικοῦ· τριῶν γὰρ ὄντων ἀστέρων ὁ νοτιώτερος αὐτῶν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ πλεῖον μοίραις λʹ. τῶν δὲ ἐν τῇ δεξιᾶ χειρὶ τριῶν ὁ πρὸς μεσημβρίαν βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λβʹ. δῆλον οὖν ἐκ τούτων, ὅτι ὁ ἀγκὼν βορειότερός ἐστιν ἱκανῶς τοῦ τροπικοῦ, καὶ οὐ νοτιώτερος, ὡς Ἀρατός φησιν.

    Ἑξῆς δὲ λέγει·

  • ὁπλαὶ δʼ Ἵππειοι καὶ ὑπαύχενον Ὀρνίθειον
  • ἄκρῃ σὺν κεφαλῇ.
  • τίνας μὲν οὖν ἀστέρας ἐτίθει ἐπὶ ταῖς ὁπλαῖς τοῦ Ἵππου, ἄδηλον. ἐκ μέντοι τῶν ἐπὶ τοῦ Ὄρνιθος λεγο- μένων οὕτως·
  • κατὰ δεξιὰ χειρὸς
  • Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα φαίνων,
  • λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου·
  • δόξειεν ἂν συνεγγίζειν τῇ ἀληθείᾳ. ὁ γὰρ ἐν ἄκρᾳ τῇ 〈ἀριστερᾷ〉 πτέρυγι βορειότερός ἐστι τοῦ ἰσημερινοῦ

    μοίραις κγʹ. τοῦ δὲ Ὄρνιθος τὸ μὲν ῥύγχος βορειό- τερόν ἐστι τοῦ ἰσημερινοῦ μοίραις κεʹ καὶ κʹʹ, ὁ δὲ ἐχόμενος αὐτοῦ καὶ ὡς ἂν ἐν τῷ λάρυγγι κείμενος βορειότερός ἐστι τοῦ ἰσημερινοῦ μοίραις λαʹ. δῆλον [*](1. μέσην] μὲν B ed. pr. | ὑπένερθε B, ὕπερθε edd. || 6. μοίραις λʹ] μοίραις κεʹ legend. esse vid. | δʼ ἐν A. || 14. τι- νὰς B. || 15. ἀδήλους B. || 19. πτέρυγις καρθμο M, πτέρυγις καρθμὸν V. || 20. δόξειεν ἂν*] δόξειαν A, δόξει ἂν B edd.,)

    102
    οὖν ὅτι οὔτε ἡ κεφαλὴ τοῦ Ὄρνιθος οὔτε ὁ τράχηλος δύναται ἐπὶ τοῦ θερινοῦ τροπικοῦ κεῖσθαι κύκλου.