In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

δῆλον οὖν ἐκ τῶν εἰρημένων, ἐφʼ ὅσον καὶ ἐν τούτοις μᾶλλον ὁ ἕτερος αὐτῶν παρὰ τὸν ἕτερον διαλλάττει. ἰδίᾳ δὲ ὁ Εὔδοξος τὸν αὐχένα τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, καὶ τὴν δεξιὰν χεῖρα τοῦ Ἐνγόνασί φησιν ἐπὶ τοῦ τροπικοῦ κεῖσθαι, ὅπερ καὶ συνεγγίζει τῷ φαινομένῳ.

Περὶ δὲ τῶν ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ ὁ μὲν Ἄρατός φησιν οὕτως·

  • ἄλλος δʼ ἀντιόωντι νότῳ μέσον Αἰγοκερῆα
  • τέμνει καὶ πόδας Ὑδροχόου καὶ Κήτεος οὐρήν·
  • ἐν δέ οἵ ἐστι Λαγωός· ἀτὰρ Κυνὸς οὐ μάλα πολλὴν
  • αἴνυται, ἀλλʼ ὁπόσην ἐπέχει ποσίν· ἐν δέ οἱ Ἀργὼ
  • καὶ μέγα Κενταύροιο μετάφρενον, ἐν δὲ τὸ κέντρον
  • Σκορπίου, ἐν καὶ τόξον ἀγαυοῦ Τοξευτῆρος.
  • τὰ μὲν οὖν ἄλλα πάντα συμφωνεῖ τοῖς φαινομένοις· οἱ μέντοι γε ἐν τῷ κέντρῳ τοῦ Σκορπίου νοτιώτεροί εἰσι τοῦ χειμερινοῦ τροπικοῦ πλέον ἢ μοίραις ηʹ, μᾶλλον οὖν τὰ μέσα τοῦ Σκορπίου ἐπὶ τοῦ χειμερινοῦ τροπικοῦ κεῖται κύκλου.

    Ὁ δὲ Εὔδοξος τὰ μὲν ἄλλα ὁμοίως τούτῳ ἀπο- φαίνεται. τοῦ δὲ Ποταμοῦ τὴν καμπήν φησι κεῖσθαι ἐπὶ τοῦ τροπικοῦ καὶ τοῦ Κυνὸς τοὺς πόδας καὶ τὴν οὐράν. κεῖσθαι δʼ ἐπʼ αὐτοῦ φησι καὶ τὸ Θηρίον, ὃ ἔχει ὁ Κένταυρος. ἀγνοεῖ δὲ κατὰ τοῦτο· πολλῷ γὰρ νοτιώτερόν ἐστι τὸ Θηρίον τοῦ χειμερινοῦ τροπικοῦ.

    Περὶ δὲ τοῦ ἰσημερινοῦ ὁ μὲν Ἄρατος οὕτως λέγει· [*](1. ἐφόσον A. || 3. ἰδία vulg. | ὁ ante Εὔδ. om. Ur. 5. ὅπερ ἐγγίζει B edd. || 8. φησιν om. B. || 9. αἰγοκέρηα B. || 11. οἱ ἔστι AB ed. pr. || 12. ἀλλὰ ὁπόσον A, ἀλλὰ ποσὶν B (σὶν in ras. L, ante ras. ἀλλὰ πόσην). || 13. ἐνδετο (sic) LM, ἔνθετο P3, ἐν θέτο ed. pr. || 18. μέσα] μὲν B. || 21. φησι om. B. || 22. καὶ τὴν)

    108
  • σῆμα δέ τοι Κριὸς Ταύροιό τε γούνατα κεῖται,
  • Κριὸς μὲν κατὰ μῆκος ἐληλάμενος διὰ κύκλου,
  • Ταύρου δὲ σκελέων, ὅσση περιφαίνεται ὀκλάς.
  • ἐν δὲ τούτοις ἠγνόηται τὰ περὶ τὸν Κριόν· ὅλος γὰρ βορειότερός ἐστι τοῦ ἰσημερινοῦ· μόνος δὲ ὁ ἐν τοῖς ὀπισθίοις ποσὶν αὐτοῦ κείμενος ἀστὴρ ἐπʼ αὐτοῦ τοῦ ἰσημερινοῦ φέρεται.

    Ἑξῆς δέ φησιν·

  • ἐν δέ τέ οἱ ζώνη ἐυφεγγέος Ὠρίωνος
  • καμπή τʼ αἰθομένης Ὕδρης, ἔνι οἱ καὶ ἐλαφρὸς
  • Κρητήρ, ἐν δὲ Κόραξ.
  • ἡ μὲν οὖν τοῦ Ὠρίωνος ζώνη κεῖται ἐπὶ τοῦ ἰσημερινοῦ· ἡ δὲ σπεῖρα τοῦ Δράκοντος καὶ ὁ Κρατὴρ καὶ ὁ Κόραξ πολλῷ νοτιώτεροί εἰσι τοῦ ἰσημερινοῦ, πλὴν εἰ ἄρα τὰ πρὸς τὴν οὐρὰν τοῦ Κόρακος συνεγγίζει τῷ ἰσημερινῷ.
  • Ἔνι δέ, φησίν, ἀστέρες οὐ μάλα πολλοὶ
  • Χηλάων· ἐν τῷ δʼ Ὀφιούχεα γούνατα κεῖται.
  • τῶν μὲν οὖν Χηλῶν ὁ ἐν τῇ βορείᾳ χηλῇ λαμπρὸς ἀστὴρ μόνος συνεγγίζει τῷ ἰσημερινῷ, οἱ δὲ λοιποὶ πολλῷ νοτιώτεροί εἰσιν αὐτοῦ. τὰ δὲ γόνατα τοῦ Ὀφιούχου νοτιώτερά ἐστι τοῦ ἰσημερινοῦ, τὸ μὲν ἀρι- στερὸν μοίραις γʹ Ϟʹʹ, τὸ δὲ δεξιὸν πλεῖον ἢ μοίραις ιʹ.