Allegoriae (= Quaestiones Homericae)

Heraclitus

Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.

Ταύτην δὲ τὴν τετράδα τῶν στοιχείων καὶ μετὰ μικρὸν ἐν τοῖς ὅρκοις διεσάφησεν Ἥρα·

ἴστω νῦν τόδε γαῖα, καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ.
τρισὶ γὰρ ὅρκοις τὴν ὁμόφυλον αὐτῆς καὶ συγγενῆ φύσιν ὠνόμασεν, ὕδωρ τε καὶ γῆν, καὶ τὸν ὕπερθεν οὐρανὸν, τουτέστι τὸν αἰθέρα· τέταρτον γὰρ στοιχεῖον ἦν ἡ ὀμνύουσα. διευπορῶν γέ τοι καὶ ἐπὶ πολλοῖς ἀλληγορικῶς
παριστάναι βουλόμενος ταυτὶ τὰ στοιχεῖα, καὶ μετ’ ὀλίγον ἐν τοῖς Ποσειδῶνος πρὸς Ἶριν λόγοις αὐτὰ ταῦθ’ ὑφίσταται λέγων
Ἦτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί Παλλομένων, Ἀίδης δ’ ἔλαχε ζόφον ἠερόεντα. Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσιν. Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
οὐ μὰ Δί’ οὐ κλῆρος ὁ μυθευόμενος ἐν Σικυῶνι ταῦτα, καὶ διαίρεσις ἀδελφῶν οὕτως ἀνώμαλος, ὥστ’ οὐρανὸν ἀντιθεῖναι θαλάττῃ καὶ ταρτάρῳ. πᾶς γὰρ ὁ μῦθος ἠλληγόρηται περὶ τῶν ἀπ’ ἀρχῆς τεττάρων στοιχείων. Κρόνον μὲν γὰρ ὀνομάζει τὸν χρόνον κατὰ μετάληψιν
ἑνὸς στοιχείου. πατὴρ δὲ τῶν ὅλων ὁ χρόνος, καὶ τελέως ἀμήχανόν τι γενέσθαι τῶν ὄντων δίχα χρόνου· διὸ δὴ ῥίζα τῶν τεττάρων στοιχείων οὗτός ἐστι. μητέρα δ’ αὐτοῖς ἔνειμε Ῥέαν, ἐπεὶ ῥύσει τινὶ καὶ ἀεννάῳ κινήσει τὸ πᾶν οἰκονομεῖται. χρόνου δὴ καὶ ῥύσεως τέκνα, γῆν τε καὶ ὕδωρ, αἰθέρα τε καὶ ἀέρα σὺν αὐτῷ ὑπεστήσατο· καὶ τῇ μὲν πυρώδει φύσει τόπον ἔνειμεν οὐρανόν· τὴν δ’ ὑγρὰν οὐσίαν Ποσειδῶνι προσέθηκε· τρίτον δ’ Ἀίδην, τὸν ἀφώτιστον ἀέρα δηλοῖ. κοινὸν δὲ πάντων καὶ ἑδραιότατον ἀπεφήνατο στοιχεῖον εἶναι τὴν γῆν, ὥσπερ ἑστίαν τινὰ τὴν τῶν ὅλων δημιουργὸν·
Γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
Διὰ τοῦτο δέ μοι δοκεῖ συνεχῶς ἀλληγορεῖν ὑπὲρ αὐτῶν, ἵν’ ἡ δοκοῦσα τοῖς ἔπεσιν ὑφεδρεύειν ἀσάφεια
τῷ διηνεκεῖ τῆς παραδόσεως ᾖ γνωριμωτέρα.

Τάγε μὴν ἐπὶ Σαρπηδόνος δάκρυα λύπην μὲν οὐ καταψεύδεται θεοῦ, ὃ καὶ παρ’ ἀνθρώποις νόσημα. τῷ δὲ βουλομένῳ τἀκριβὲς ἐρευνᾶν, ἐπινοεῖται τρόπος ἀλληγορουμένης ἀληθείας· πολλάκις γὰρ ἐν ταῖς μεταβολαῖς τῶν μεγάλων πραγμάτων ἱστοροῦσι τεράστια τῷ βίῳ συμφέρεσθαι σημεῖα ποταμῶν τε καὶ πηγαίων ναμάτων αἱμοφορύκτοις ῥεύμασιν ἐκμιαινομένων

ὡς ἐπ’ Ἀσωποῦ τε καὶ Δίρκης παραδιδόασιν οἱ παλαιοὶ μῦθοι. λόγος δ’ ἔχει καὶ κατὰ νεφῶν ψεκάδας ὕεσθαι, φονίοις τισὶ κηλῖσιν ἐπικεχρωσμένας. ἐπεὶ τοίνυν ἡ μεταβολὴ τῆς μάχης ἀθρόαν φυγὴν ἐμποιήσειν ἔμελλε τοῖς βαρβάροις, ἐγγὺς δ’ ἦν ὁ τοῦ κατ’ ἀλκὴν ἀρίστου Σαρπηδόνος ὄλεθρος, ὡσπερεὶ τεράστια προὐφάνη ταύτης τῆς συμφορᾶς ἀγγελτικά·
Αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.
τοῦτον δὴ τὸν φόνιον ὄμβρον ἀλληγορικῶς εἶπεν αἰθέρος δάκρυα, Διὸς μὲν οὔ, ἄκλαυστος γὰρ, ἐκ δὲ τῶν ὑπεράνω τόπων ὡσπερεὶ θρήνοις μεμιγμένου καταρραγέντος ὑετοῦ.

Ταυτὶ μὲν ἴσως ἐλάττω τεκμήρια περὶ τῶν ἠλληγορημένων. ἐπὶ μέντοι τῆς ὁπλοποιίας μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γένεσιν. ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρόν. ἐπειδήπερ αὕτη χρόνου πτερὰ πάτρια πρεσβεῖα κεκλήρωται, καὶ πρὶν ἢ δια

κριθῆναι τὰ νῦν βλεπόμενα, νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παρ’ ἀνθρώποις ἄθλιον εἶναι δοκεῖ τὸ μηδὲ νυκτὸς τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλ’ οὐκ ἐστὶ ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδ’ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου, ἀργύρου τε καὶ χρυσοῦ εἰσίν. ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπ’ οὐρανὸν ἀναβῆναι. φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργόν, ἡνίκα ἔμελλε πάντα μορφοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε,
τουτέστι τὴν θερμὴν οὐσίαν· πυρὸς γὰρ δὴ, κατὰ τὸν φυσικὸν Ἡράκλειτον, ἀμοιβῇ τὰ πάντα γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι πεποίηκε τὴν Χάριν. ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῷ τῆς κατασκευῆς;
χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.
εἰ μὲν Ἀχιλλεῖ κατεσκεύαζε πανοπλίαν, πάντ’ ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον, Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τὰ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθεριώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ συνομοιούμενον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος, ὕδωρ τε καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέροις βαρύτητα. πρώτη δ’ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπ’ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα τὸ
σχῆμα, ὑφ’ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμηνεν. ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ δι’ ἄλλων
τεκμηρίων ὑφίσταται κυκλοειδῆ.

Συντόμως δ’ ἐν παρεκβάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα, καὶ ἠλέκτορα, καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τοῦτο τὸ σχῆμα σημαίνων. ὅ τε γὰρ ἀκάμας, ὁ μὴ κάμνων, ἔοικεν ὅρους ἔχειν οὐκ ἀνατολὴν καὶ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον·

ἢ γὰρ ἄλεκτρος ὁ θεὸς ὀνομάζεται, ὡς μηδέποτε κοίτης ἐπιψαύων· ἢ τάχα πιθανώτερον ἔτι ἑλίκτωρ τις ὤν, καὶ κυκλοτερεῖ φορᾷ δι’ ἡμέρας καὶ νυκτὸς ἀναμετρούμενος τὸν κόσμον. ὑπερίονα δὲ νομιστέον αὐτὸν, τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ, οἶμαι, καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν·
Ἠέλιός θ’ ὑπεριέμενος, γαῖάν τ’ ἐπιθάλπων.
εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Ὑπεριονίδην· [ὡς Ἀτρείδην, εἰ τύχοι, τὸν Ἀγαμέμνονος, καὶ Πηλείδην τὸν Ἀχιλλέα].

Ἥτε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει, πλὴν τὸ

σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς καταλειφθεὶς ὑπ’ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμελαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων, φησί·
Ἐν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτοῦ, τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχρονοῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν, δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχειρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς, οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί που φησίν·
Ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν.
οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων ἠλιθίως δηλῶσαι
ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, πρὸς ὀξὺ ἀπολήγουσαν ἀποτελοῦν γραμμήν. εἰκότως οὐν θοὴν νύκτα λέγεσθαι τὴν ἐπ’ ὀξὺ τέλος τῆς ἐσχάτης σκιᾶς ἀποτερματίζουσαν.

Φυσικῶς δὲ διὰ τούτου τοῦ λόγου ἀποδείκνυσιν, ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῇ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν φασὶν ἀποπίπτειν· ἐπειδὰν ἔλαττον ᾗ τὸ καταλάμπον φῶς τοῦ καταλαμπομένου τόπου, τὴν σκιὰν συμβέβηκε καλαθοειδῶς ἐπὶ τὴν ὑστάτην πλατύνεσθαι βάσιν, ἀπὸ λεπτῆς ἀνισταμένην

τῆς κατὰ κορυφὴν ἀρχῆς· ὅταν δὲ μεῖζον ᾖ τὸ καταλάμπον φῶς τοῦ καταλαμπομένου τόπου, κωνοειδῆ συμβέβηκε τὴν σκιὰν ἀπὸ πλατείας τῆς ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε μὴν ἴσον ᾖ τῷ καταλαμπομένῳ τὸ καταλάμπον, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν Ὅμηρος τὸν ἥλιον ἀλληγορικῶς μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευσεν, εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν. ἅτ’, οἶμαι, μήτε κυλινδροειδῶς, μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον κῶνον ἀποτελούσης.
ὃ δὴ πρῶτος Ὅμηρος ἐκ μιᾶς λέξεως ὑπαινιξάμενος, τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ὑποτέτμηκεν.

Καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. βορέας μὲν γὰρ, ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος μέγα κῦμα κυλίνδει· τὴν γὰρ

ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπαλιν δ’ ἐπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κάτω τόπων, ἱστόρησεν·
Ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
τὴν ἀπὸ τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυλίει. ἔτι γε μὴν μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας·
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης.

Οὐ δή που μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων· ἀλλ’ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα καὶ ἄπειρόν ἐστι καὶ πεπερασμένον· τῷ μὲν γὰρ ὅρον τινὰ καὶ περιγραφὴν ἔχειν, εὐλόγως αὐτὸ πεπεράνθαι

νομιστέον· ἄπειρον δ’ ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι πέρας ἐν αὐτῷ τι· τὸ γὰρ νομισθὲν εἶναι τέλος ἐξ ἴσου γένοιτ’ ἂν ἀρχή.

Ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι παρ’ Ὁμήρῳ. τὸ δ’ ἐναργέστατόν ἐστι σύμβολον ἡ τῆς Ἀχιλλέως ἀσπίδος κατασκευή· κυκλοτερὲς

γὰρ τῷ σχήματι κεχάλκευκεν ὅπλον Ἥφαιστος, ὥσπερ εἰκόνα τῆς κοσμικῆς περιόδου· μυθικῶς μὲν οὖν ἀσπίδα χαλκευομένην ὑποστησάμενος ἁρμόζουσαν Ἀχιλλεῖ, τῆν διὰ πάντων ἐνεχάραξε πορείαν τίς δ’ ἦν αὕτη;
στησάμενοι δὲ μάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας, βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. ἐν δ’ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δ’ ὀλοὴ κήρ ἄλλον ζῳὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
Ταῦτα γὰρ ἦν ὁ διηνεκὴς Ἀχιλλέως βίος. νῦν δ’
Ὅμηρος, ἰδίᾳ τινὶ φιλοσοφίᾳ δημιουργῶν τὸν κόσμον, εὐθὺς τὰ μέγιστα τῆς προνοίας ἔργα μετὰ τὴν ἀδιευκρίνητον καὶ κεχυμένην ὕλην ἐχάλκευσεν·
ἐν μὲν γαῖαν ἔτευξ’, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν ἠέλιόν τ’ ἀκάμαντα σελήνην τε πλήθουσαν.
ἡ τῆς κοσμικῆς γενέσεως εἱμαρμένη πρῶτον θεμελιοῦχον ἐκρότησε τὴν γῆν· εἶτα ἐπὶ ταύτῃ, καθάπερ τινὰ θείαν στέγην τὸν οὐρανὸν ἐπωρόφωσε, καὶ κατὰ τῶν ἀναπεπταμένων αὐτῆς κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν,
εὐθύς θ’ ἡλίῳ καὶ σελήνῃ τὰ διακριθέντα τῶν στοιχείων ἀπὸ τοῦ πάλαι χάους ἐφώτισεν.
ἐν δὲ τὰ τείρεα πάντα, τά τ’ οὐρανὸς ἐστεφάνωται.
δι’ οὗ μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον. ὥσπερ γὰρ ὁ στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστὶν, οὕτω τὰ διεζωκότα τὴν ὀυράνιον ἀψῖδα, κατὰ σφαιροειδοῦς ἐπηρμένα σχήματος, εἰκότως οὐρανοῦ στέφανος ὠνόμασται.

Διακριβολογησάμενος δ’ ὑπὲρ τῶν ὁλοσχερῶν ἀστέρων,

τὰ κατὰ μέρος. ἐπιφανέστατα δεδήλωκεν· οὐ γὰρ ἠδυνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα γράφων· πάλιν δ’ ἀλληγορικῶς μεταβέβηκεν ἐπὶ τὰς δύο πόλεις, τὴν μὲν εἰρήνης, τὴν δὲ πολέμου παρεισάγων, ἵνα μηδ’ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος παρ’ ἄλλου τινὸς ἢ παρ’ Ὁμήρου τὴν. Σικελικὴν ἀρύσηται δόξαν. ἅμα γὰρ τοῖς τέσσὰρσι στοιχείοις κατὰ τὴν φυσικὴν θεωρίαν παραδέδωκε τὸ νεῖκος καὶ τὴν φιλίαν· τούτων δ’ ἑκάτερον Ὅμηρος ὑποσημαίνων, δύο· πόλεις ἐνεχάλκευσε τῇ ἀσπίδι, τὴν μὲν
εἰρήνης, τουτέστι φιλίας, τὴν δὲ πολέμου, τουτέστι νείκους.

Πτύχας δ’ ὑπεστήσατο τῆς ἀσπίδος πέντε, σχέδον οὐκ ἄλλο τι, πλὴν . τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον· ἀρκτικὴν δ’ αὐτὴν ὀνομάζουσιν, ἡ δ’ ἐφεξῆς εὔκρατός ἐστιν. εἶτα τὴν τρίτην διακεκαυμένην καλοῦσιν. ἡ τετάρτῃ δ’ ὁμωνύμως τῇ δευτέρᾳ εὒκρατος ὀνομάζεται. πέμπτη δ’ ἐπωνύμως τοῦ νοτίου μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τουτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον, καὶ ἡ τὸν ἀπαντικρὺ νότιον·

ὁμοίως δ’ ἐν αὐταῖς ἡ διακεκαυμένῃ καθ’ ὑπερβολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ, δύο δὲ τὰς εὐκράτους φασὶν οἰκεῖσθαι, τὴν μέσην ἀφ’ ἑκατέρας ζώνης κρᾶσιν ἐπιδεχομένας. ὁ γοῦν Ἐρατοσθένης καὶ σφοδρότερον ἐν τῷ Ἑρμῇ ταῦτα διηκρίβωσεν, εἰπών·
Πέντε δέ οἷ ζῶναι περιηγέες ἐσπείρηνται. Αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο. Ἡ δὲ μία ψαφαρή τε καὶ ἐκ πυρὸς, οἷον ἐρυθρή, Τυπτομένη φλογμοῖσιν· ἐπεί ῥά ἑ μοῖραν ἐπ’ αὐτήν Κεκλιμέναι ἀκτῖνες ἀειθερέες πυρόωσιν.
Αἱ δὲ δύω, ἑκάτερθε πόλοιο περιπεπτηυῖαι, Αἰεὶ κρυμαλέαι, αἰεὶ δ’ ὕδατι μογέουσαι.

Ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν, δι’ ὧν φησίν·

ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, Τὰς δύο χαλκείας, δύο δ’ ἔνδοθι κασσιτέροιο, Τὴν δὲ μίαν χρυσῆν·
τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη, καὶ κρύους μεστή. λέγει γοῦν ἑτέρωθί που·
ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσι.
τὴν δὲ μίαν χρυσῆν τὴν διακεκαυμένην· ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν χρόαν ἐμφερεστάτῃ χρυσῷ. δύο δ’ ἐνδόθι κασσιτέροιο, τὰς εὐκράτους ὑποσημαίνων· ὑγρὰ γὰρ ἡ ὕλη, καὶ τελέως εὔτηκτος ἡ τοῦ κασσιτέρου, δι’ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν δεδήλωκε. τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν ἱερὰν φύσιν οὔτως ἐδημιούργησεν.

Ἀνίσταται δ’ εὐθὺς ὁ φρικώδης καὶ χαλεπὸς ἐφ’ Ὁμήρῳ τῶν συκοφαντούντων φθόνος ὑπὲρ τῆς θεομαχίας. οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνὴ παρ’ αὐτῷ συνέρρωγεν, ἀλλ’ οὐράνιοι ταραχαὶ καὶ στάσεις τὸ θεῖον ἐπινέμονται·

Ἠτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος, ἔχων ἰὰ πτερόεντα· Ἄντα δ’ Ἐκυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνῃ. Ἥρῃ δ’ ἀντέστη χρνσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα, κασιχνήτῃ Ἑκάτοιο. Λητοῖ δ’ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς. Ἄντα δ’ἂρ’ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης.
οὐκέτι ταῦθ’ Ἕκτωρ πρὸς Αἴαντα μαχόμενος, οὐδ’ Ἀχιλλεὺς· πρὸς Ἓκτορα, καὶ μετὰ Πατρόκλου Σαρπηδών· ἀλλὰ τὸν μέγαν οὐρανοῦ πόλεμον ἀγωνοτεθήσας Ὅμηρος, οὐδ’ ἄχρι μελλήσεως τὸ κακὸν ὥπλισεν, ἀλλ’
ὁμόσε τοὺς θεοὺς συνέρραξεν ἀλλήλοις. ἑπτὰ μὲν γὰρ Ἄρης
ἐπέσχε πέλεθρα πεσὼν,
μετὰ ταῦτα δ’ Ἀφροδίτης
λύτο γούνατα καὶ φίλον ἦτορ.
Ἄρτεμις δὲ καὶ προσεξυβρίσθη, τοῖς ἰδίοις τόξοις, ὡς νηπία κόρη σωφρονισθεῖσα, Ξάνθος δὲ παρ’ ὀλίγον οὐδὲ ποταμὸς ἐρρύη διὰ Ἥφαιστον.

Ὅμως δ’ οὖν πάντα ταῦτα κατ’ ἀρχὰς μὲν οὐδ’ ὅλως σφόδρα πείθειν δύναται τοὺς πολλούς. εἰ δὲ θελήσει τίς, ἐνδοτέρω καταβὰς τῶν ὁμηρικῶν ὀργίων, ἐποπτεῦσαι τὴν μυστικὴν αὐτοῦ σοφίαν, ἐπιγνώσεται τὸ δοκοῦν αὐτῷ ἀσέβημα πηλίκης μεστόν ἐστι φιλοσοφίας. ἐνίοις μὲν οὖν ἀρέσκει, τὴν τῶν ἑπτὰ πλανήτων ἀστέρων ἐν ἑνὶ ζῳδίῳ σύνοδον ὑφ’ Ὁμήρου διὰ τούτων ἐλεγχθῆναι. φθορὰ δὲ παντελὴς, ὅταν τοῦτο γένηται. σύγχυσιν οὖν τοῦ παντὸς ὑπαινίττεται, συνάγων εἰς ἓν Ἀπόλλωνα, τουτέστιν ἥλιον, καὶ Ἄρτεμιν, ἣν

φαμὲν εἶναι σελήνην, τόν τε τῆς Ἀφροδίτης καὶ Ἄρεος, ἔτι δὲ καὶ Ἑρμοῦ καὶ Διὸς ἀστέρα. ταύτην μὲν οὖν πιθανότητος μᾶλλον ἢ ἀληθείας ἐχομένην τὴν ἀλληγορίαν ἄχρι τοῦ μὴ δοκεῖν ἀγνοεῖν παρειλήφαμεν. ἃ δ’ ἔστιν ἐναργέστερα καὶ τῆς Ὁμήρου σοφίας ἐχόμενα, ταῦτα δὴ σκοπεῖν ἀναγκαῖον.

Ἀντέταξε γοῦν κακίαις μὲν ἀρετὰς, ταῖς δὲ μαχομέναις φύσεσι τὰς ἀντιπάλους. αὐτίκα γοῦν πῶν θεῶν ἡ ζεῦξις οὕτω πεφιλοσόφηται τῆς μάχης· Ἀθηνᾶ καὶ Ἄρης, τουτέστιν ἀφροσύνη καὶ φρόνησις. ὁ

μὲν γὰρ, ὥσπερ ἔφην, μαινόμενός ἐστι, τυκτὸν κακόν, ἀλλοπρόσαλλος. ἡ δ’ ἐν πᾶσι θεοῖς μήτι τε κλέεται καὶ κέρδεσιν. Ἀδιάλλακτός γε μὴν ἔχθρα τοῖς τὰ βέλτιστα διευκρινοῦσι λογισμοῖς πρὸς τὴν οὐδὲν ὁρῶσαν ἀφροσύνην. ὡς δὲ μάλιστα τὸν βίον ὀνήσειν ἔμελλεν, οὕτω τὰ τῆς μάχης διευκρίνησεν. οὐ γὰρ ἡ μεμηνυῖα καὶ παραπλὴξ ἀναισθησία τῆς συνέσεως γέγονε κρείσσων. ἐνίκησε δ’ Ἀθηνᾶ τὸν Ἄρην, καὶ κατὰ γῆς ἐξέτεινεν· ἐπειδήπερ ἅπασα κακία χαμαιπετὴς ἐν τοῖς ταπεινοτάτοις ἔρριπται βαράθροις, πατούμενον νόσημα, καὶ πρὸς πᾶσαν ὕβριν ὑποκείμενον, ἀμέλει συνεξέτεινεν αὐτῷ τὴν Ἀφροδίτην, τουτέστι τὴν ἀκολασίαν.
Τὼ μὲν ἄρ’ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
συγγενῆ καὶ τοῖς πάθεσι γειτνιῶντα νοσήματα.

Λητοῖ δ’ ἀνθέστηκεν Ἑρμῆς· ἐπειδήπερ ὁ μὲν οὐδὲν ἄλλο πλὴν λόγος ἐστὶ τῶν ἔνδον ἐν ἡμῖν παθῶν ἑρμηνεύς. λόγῳ δὲ πάντα μάχεται Λητὼ, οἱονεὶ Ληθώ τις οὖσα καθ’ ἑνὸς στοιχείου μετάθεσιν· τὸ γὰρ ἀμνημονούμενον οὐκ ἔτι ἀγγελθῆναι δύναται. διὸ δὴ καὶ μητέρα Μουσῶν Μνημοσύνην ἱστοροῦσι, τὰς προστατίδας

λόγου θεὰς ἀπὸ μνήμης γεγενῆσθαι λέγοντες· εἰκὸς οὖν τὴν λήθην πρὸς ἀντίπαλον ἅμιλλαν ἐξωρμηκέναι· δικαίως δ’ ὑπεῖξεν αὐτή· λόγου γὰρ ἧττα λήθῃ, καὶ τὸ φανερόν ὑπ’ ἀμνηστίας ἐν κωφῇ νενίκηται σιωπῇ· τῶν γε μὴν ὑπολειπομένων θεῶν ἡ μάχη φυσικωτέρα.

Ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος Ἵστατ’ Ἀπόλλων Φοῖβος.
ὕδατι πῦρ ἀντέθηκε, τὸν μὲν ἥλιον Ἀπόλλωνα προσαγορεύσας, τὴν δ’ ὑγρὰν φύσιν Ποσειδῶνα. τούτων δ’ ἑκάτερον ὡς ἐναντίαν ἔχει φύσιν, τί δεῖ καὶ λέγειν; φθαρτικὸν γὰρ κατ’ ἐπικράτειαν ἀεὶ θατέρου θάτερον. καὶ μὴν ἀπὸ λεπτῆς τῆς περὶ τὴν ἀλήθειαν θεωρίας διαλύει ἀμφοῖν τὴν μάχην, ἐπειδήπερ ἡλίου τροφὴν ἀπεφηνάμεθα τὴν ἔνυγρον οὐσίαν, καὶ μάλιστα. τὴν ἁλμυράν· λεληθότως γὰρ ἀπὸ γῆς τὸ δίυγρον
ἀνασπῶν τῆς ἀτμίδος, τούτῳ μάλιστα τὴν πυρώδη φύσιν αὔξει. χαλεπὸν δ’ ἦν τῷ τρέφοντι τὸ τρεφόμενον ἀνθεστάναι. διὰ τοῦθ’ ὑπεῖξαν ἀλλήλοις.

Ἥρῃ δ’ ἀντέστη χρυσηλάκατος, κελαδεινή, Ἄρτεμις ἰοχέαιρα.

Οὐδὲ τοῦτ’ ἀλόγως εἰσήγαγεν Ὅμηρος· ἀλλ’, ὥσπερ ἔφην, Ἥρα μέν ἐστιν ὁ ἀήρ· τὴν δὲ Σελήνην Ἄρτεμιν ὀνομάζει· πᾶν δὲ τὸ τεμνόμενον ἀεὶ πολέμιόν ἐστι τῷ τέμνοντι· καὶ διὰ τοῦτ’ ἐχθρὰν ἀέρι τὴν σελήνην ὑπεστήσατο, τὴν ἐν ἀέρι αὐτῆς φορὰν καὶ τοὺς δρόμους ὑποσημαίνων. εἰκὸς δὲ ταχέως νενικῆσθαι τὴν σελήνην· ἐπειδήπερ ὁ μὲν ἀὴρ πολὺς, καὶ πάντῃ κεχυμένος, ἡ δ’ ἐλάττων καὶ συνεχῶς ὑπὸ τῶν ἀερίων παθημάτων ἀμαυρουμένη, τοῦτο μὲν ἐκλείψεσι,

τοῦτο δ’ ἀχλύϊ, καὶ ταῖς ὑποτρεχούσαις νεφέλαις· διὰ τοῦτο τῆς νίκης τὰ βραβεῖα τῷ μείζονι καὶ συνεχῶς βλάπτοντι προσέθηκεν.

Ἄντα δ’ ἄρ’ Ἡφαίστοιο μεγὰς ποταμὸς βαθυδίνης·

Ἐν τοῖς ὑπὲρ Ἀπόλλωνος καὶ Ποσειδῶνος λόγοις τὸν οὐράνιον ἡμῖν αἰθέρα καὶ τὴν ἀκήρατον ἡλίου φλόγα δηλώσας, νῦν μεταβέβηκεν. ἐπὶ τὸ θνητὸν πῦρ, καὶ τοῦτο ἀνθώπλισε ποταμῷ, τὴν διάφορον ἑκατέρου φύσιν εἰς μάχην παροξύνας. πρότερον μὲν οὖν εἴκοντα

τὸν ἥλιον Ποσειδῶνι παρεισάγει, νῦν δὲ τὴν ὑγρὰν οὐσίαν ὑπὸ τῆς πυρώδους ἡττωμένην· δυνατώτερον γὰρ τόδε τὸ στοιχεῖον θατέρου. τίς οὖν οὕτω μέμηνεν, ὡς θεοὺς μαχομένους ἀλλήλοις παρεισάγειν, Ὁμήρου φυσικῆς ταῦτα δι’ ἀλληγορίας θεολογήσαντος.

Ἐπὶ τέλει οὖν τῆς Ἰλιάδος καὶ σφόδρα τὸν Ἑρμῆν ἐναργῶς ἀκολουθοῦντα Πριάμῳ δεδήλωκεν, ἀλληγορήσας. οὐδὲν γὰρ ἔοικεν οὕτω πειθήνιον ἀνδράσιν ὀργιζομένοις, οὐκ ἄργνρος, οὐ χρυσὸς, οὐ δώρων πολυτέλεια· μειλίχιον δὲ καὶ προσηνὲς ἱκεσίας ὅπλον ἐστὶν ἡ διὰ τοῦ λόγου πειθώ. Πάνυ γοῦν ἀληθῶς Εὐριπίδης·

Οὐκ ἔστι Πειθοῦς ἱρὸν ἄλλο, πλὴν λόγος.

Τούτῳ τε Πρίαμος, ὥσπερ ὀχυρᾷ παντευχίᾳ καθώπλισται· ᾧ καὶ μάλιστα τὴν Ἀχιλλέως ἐπέκλασεν ὀργὴν, οὐκ ἐν ἀρχῇ δείξας δώδεκα πέπλους, δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τά τε λοιπὰ τῶν κομισθέντων δώρων· ἀλλ’ αἱ πρῶται τῆς ἰκεσίας φωναὶ τοὺς ἄρσενας αὐτοῦ θυμοὺς ἐξεθήλυναν·

Μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, Τηλίκου ὥσπερ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ.
δι’ ὀλίγου προοιμίου τῶν λόγων συνήρπασεν Ἀχιλλέα, καὶ σχεδὸν ἀντὶ Πριάμου γέγονε Πηλεύς. διὰ τοῦτο ἠλέηται
μὲν ἄχρι τραπέζης· λουτροῖς. δὲ κοσμηθὲν ἀποδίδοται τὸ Ἕκτορος σῶμα· τοσοῦτον ἴσχυσεν ὁ τῶν παθῶν ἑρμηνεὺς λόγος, ὃν συναπέστειλεν Ὅμηρος αὐτῷ, τῆς ἱκετείας παράκλητον.

Ἆρ’ οὐκ ἀπόχρη δι’ ὅλης τῆς Ἰλιάδος συνᾴδουσα ἡ Ὁμήρου φιλοσοφία, ἐν ᾖ τὰ περὶ θεῶν ἠλληγόρησε; ζητῶμεν δὲ τούτων τι περιττότερον, καὶ μετὰ τοσαύτας ἀποδείξεις ἐνδεῖν ἔτι τὰ κατὰ τὴν Ὀδύσσειαν ἡγώμεθα;

Πλὴν ὅμως, ἀκόρεστον γὰρ ἅπαν τὸ καλὸν, ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν. οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος· ἀλλ’ ἐν ἑκατέροις τοῖς σωματίοις ὅμοιον εὑρίσκομεν Ὅμηρον, μηδὲν περὶ θεῶν ἀπρεπὲς ἱστοροῦντα [δίχα δὲ τῆς τοιαύτης ἐμπειρίας αἰνιττόμενον].