Allegoriae (= Quaestiones Homericae)

Heraclitus

Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.

Αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην πρὸς Τηλέμαχον εὑρίσκομεν εὐλόγως. ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσαετῆ ἡλικίαν ὑπερκύπτων, μετέβαινεν εἰς τὸν ἄνδρα, καί τις αὐτὸν ὑπέδραμε τῶν γιγνομένων λογισμὸς, ὡς οὑκ ἔτι χρὴ διακαρτερεῖν ἐπὶ τῇ τετραετεῖ τῶν μνηστήρων ἀσωτίᾳ· τοῦτον οὖν τὸν ἀθροιζόμενον ἐν Τηλεμάχῳ

λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει· παλαιὸς γοῦν ὁμολογεῖται ξένος Ὀδυσσέως ὁ Μέντης εἶναι. πολιὰ δὲ καὶ γῆρας; ἱεροὶ τῶν τελευταίων χρόνων λιμένες, ἀσφαλὲς ἀνθρώποις ὅρμισμα, καὶ ὅσον ἡ τοῦ σώματος ἰσχὺς ὑποφθίνει, τοσοῦτον ἡ τῆς διανοίας αὔξεται ῥῶσις.

Ἴδιος τοίνυν παρεισελθὼν ὁ νοῦς ἐξεπαίδευσε τὸν Τηλέμαχον, οὐ θεὰ παρακαθημένη, καὶ ταῦθ’ ἃ λέγει παραινοῦσα διαπεττεύοντος· ἄγε δή, φησὶν, ὦ Τηλέμαχε, μειρακίου γὰρ ἤδη τὶ φρονεῖς πλέον·

νῆ’ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο·
πρῶτος εὐσεβὴς καὶ δίκαιος ἐκ βαθείας τῆς διὰ τὴν ἡλικίαν ἀφροσύνης ὑπεισῆλθε λογισμὸς, ὡς οὐκ ἄξιον ἔτι ἀργοὺς ἐν Ἰθάκῃ κατατρίβειν χρόνους, ἀμνηστίαν ἔχοντα τοῦ γεγεννηκότος· ἀλλ’ ἀναγκαῖον ἤδη ποτὲ τὸν φιλοπάτορα, ναῦν εὐτρεπισάμενον, ἐπὶ τὰς διαποντίους ἐκδραμεῖν Κληδόνας, ἵνα τὴν Ὀδυσσέως ἀπόδημον ἄγνοιαν ἀνιχνεύσῃ. δεύτερον δ’ ἐπὶ τούτοις διεσκέψατο, ὅπου μάλιστα δεῖ τήν πατρῴαν ἐρευνῆσαι τύχην· ὑπηγόρευσε δ’ ἡ φρόνησις, ἐγγὺς αὐτοῦ καθεζομένη·
Πρῶτα μὲν ἐς Πύλον ἐλθέ καὶ εἴρεο Νέστορα δῖον, Κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον.
ὁ μὲν γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· ὁ δ’ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· δεύτατος γὰρ ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. ἔμελλεν οὖν ὠφέλιμος
αὐτῷ παραινῶν γενήσεσθαι Νέστωρ, τἀληθῆ δὲ περὶ τῆς Ὀδυσσέως πλάνης ἐρεῖν Μενέλαος.

Ἅμα δὲ ταῦτ’ ἐννοούμενος, ὡσπερεὶ παρακροτῶν ἑαυτὸν εἶπεν·

οὐδέ τί σε χρή Νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσί.
εἶτα καθ’ ὁμοίωσιν τῆς Ὀρέστου ἡλικιώτιδος ἀρετῆς εἰς τὴν ἴσην φρόνησιν ὥσπερ παιδαγωγὸς καὶ πατὴρ ὁ λογισμὸς αὐτὸν παρακέκληκεν·
ἡ οὐκ ἀίεις, οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα;
τοιούτοις ἐπαρθεὶς λογισμοῖς, εὐλόγως μετέωρον αὐτοῦ τὴν διάνοιαν ἐλαφρίζει. διὸ καὶ προσείκασεν αὐτὴν Ὅμηρος ὄρνιθι, λέγων·
Ὄρνις δ’ ὣς ἀνοπαῖα διέπτατο.
μεταρσία γὰρ ἡ φρόνησις, ὡς ἂν οἶμαι τηλικοῦτον ὄγκον ἐν αὑτῇ πραγμάτων κυοφοροῦσα διανέστηκεν. ἀμέλει ταχέως ἐκκλησία συναθροίζεται, καὶ πατρῴοις λόγοις ἐνρητορεύει. τὸν δ’ ἀπόπλουν εὐτρεπίζει ὁ τῆς ἀλληγορίας ἐπώνυμος, Φρονίου μὲν υἱὸς, Νοήμων δὲ τοὔνομα· δι’ ὧν ἀμφοτέρων οὐδὲν ἄλλο, πλὴν τοὺς ὑπογυίους αὐτοῦ λογισμοὺς ὑπεσήμαινεν. ἐμβαίνοντι δ’ αὐτῷ τῆς νεὼς πάλιν συνεμβέβηκεν Ἀθηνᾶ, Μέντορι τὴν μορφὴν εἰκασμένη, ἀνδρὶ πρὸς φροντίδας τὴν διάνοιαν ἔχοντι, φρονήσεως μητέρα. δι’ ὧν ἁπάντων ἡ κατ’ ὀλίγον ἐν τῷ Τηλεμάχῳ τρεφομένη σύνεσις ἐν τοῖς ἔπεσιν ἱστόρηται.

Καὶ μὴν ὁ περὶ Πρωτέως λόγος, οὕτω πολὺς ἐκταθεὶς ὑπὸ Μενελάου, τὴν ἐξαπατῶσαν εὐθὺς ἔχει φαντασίαν, πάνυ μυθώδης ὤν. γεγονέναι τῆς ἐν Αἰγύπτῳ νησίδος ἄθλιον ἔποικον, εἰς ἀθανάτου μέτρα τιμωρίας παρελκόμενον, ᾧ βίος ἠπείρου καὶ θαλάσσης κοινὸς, ἀτυχεῖς ὕπνους μετὰ φωκῶν κοιμωμένῳ, ἵν’ αὐτοῦ κολάζηται καὶ τὸ τερπνόν· θυγάτηρ δ’ Εἰδοθέα, διὰ πατρὸς ἀδικίας ξένον εὖ ποιοῦσα καὶ γενομένη προδότις αὐτοῦ· δεσμοὶ μετὰ τοῦτο, καὶ Μενέλαος ἐνεδρεύων· εἶθ’ ἡ πολυπρόσωπος εἰς ἅπαντα, ἃ βούλεται, Πρωτέως μεταμόρφωσις, ποιητικοὶ καὶ τεράστιοι μῦθοι δοκοῦσιν, εἰ μή τις οὐρανίῳ ψυχῇ τοὺς ὀλυμπίους Ὁμήρου μύθους ἱεροφαντήσειε.

Τὴν γοῦν προμήτορα τῶν ὅλων ὑφίσταται γένεσιν, ἀφ’ ἧς τὸ πᾶν ῥιζωθὲν, εἰς ὃ νῦν βλέπομεν, ἥκει κατάστημα·

παλαιοὶ γὰρ ἦσάν ποτε χρόνοι, καθ’ οὓς ἀτύπωτον ἢ ὑπόλιμνον ἦν, οὐδέπω κεκριμένοις χαρακτῆρσιν εἰς τέλειον ἥκουσα μορφῆς· οὔτε γὰρ γῇ, τῇ τῶν ὅλων ἑστίᾳ, κέντρον ἐπεπήγει βέβαιον, οὔτ’ οὐρανὸς περὶ τὴν ἀίδιον φορὰν ἱδρυμένος ἐκυκλεῖτο. πάντα δ’ ἦν ἀνήλιος ἠρεμία καὶ κατηφὴς σιγὴ, καὶ πλέον οὐδὲν ἢ κεχυμένης ὕλης· ἄμορφος γὰρ ἀργία, πρὶν ἤ δημιουργὸς ἁπάντων καὶ κοσμοτόκος ἀρχὴ σωτήριον ἑλκύσασα τῷ βίῳ τὸν τύπον, τὸν κόσμον ἀπέδωκε τῷ κόσμῳ, διεζεύγνυ τὸν μὲν οὐρανὸν τῆς γῆς, ἐχώριζε δὲ τὴν ἢπειρον τῆς θαλάττης, τέτταρα δὲ στοιχεῖα, τῶν ὅλων ῥίζα καὶ γέννα, ἐν τάξει τὴν ἰδίαν μορφὴν ἐκομίζετο· [τούτων δὲ προμηθέως κιρναμένων, ὁ θεὸς (πάντα διευκρίνησεν), μηδεμιᾶς οὔσης διακρίσεως περὶ τὴν ἄμορφον ὕλην].

Πρωτέως δὲ θυγάτηρ Εἰδοθέα, δικαίως εἴδους ἐκάστου γενομένη θέα. διὰ τοῦτο, μία τὸ πρὶν ὤν φύσις, Πρωτεὺς εἰς πολλὰς ἐμερίζετο μορφὰς, ὑπὸ τῆς προνοίας διαπλαττόμενος·

Ἤτοι μὲν πρώτιστα λέων γένετ’ ἠυγένειος, Αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· Γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δενδρέον ὑψιπέτηλον.
διὰ μὲν οὖν τοῦ λεόντος, ἐμπύρου ζῴου, τὸν αἰθέρα δηλοῖ. δράκων δ’ ἐστὶν ἡ γῆ· τὸ γὰρ αὐτόχθον αὐτοῦ καὶ γηγενὲς οὐδὲν ἄλλο πλὴν τοῦτο σημαίνει. δένδρον γε μὴν ἅπαν αὐξανόμενον, καὶ τὴν ἀπὸ γῆς ὁρμὴν μεταρσίαν λαμβάνον, συμβολικῶς εἶπεν ἀέρα. τό
μὲν γὰρ ὕδωρ εἰς ἀσφαλεστέραν ὧν προῃνίξατο δήλωσιν ἐκ τοῦ φανερωτέρου παρέστησεν εἰπών· Γίνετο δ’ ὑγρὸν ὕδωρ· ὥστε εὔλογον, τὴν μὲν ἄμορφον ὕλην Πρωτέα καλεῖσθαι, τὴν δ’ εἰδωλοπλαστήσασαν ἕκαστα πρόνοιαν Εἰδοθέαν. ἐξ ἀμφοῖν δὲ πᾶν διακριθὲν εἰς τὰ συνεχῆ καὶ προστατικὰ τῶν ὅλων σχισθῆναι. πιθανῶς δὲ καὶ τὴν νῆσον, ἐν ᾗ ταῦτα διέπλασε, Φάρον ὠνόμασεν· ἐπειδήπερ ἐστὶ τὸ φαρῶσαι γεννῆσαι. καὶ τὴν γῆν ἀφάρωτον ὁ Καλλίμαχος εἶπε τὴν ἄγονον·
ἀφάρωτος οἷον. ... .γύη.
φυσικῶς οὖν ἁπάνπων πατέρα χῶρον ὠνόμασε Φάρον, ἐκ τῆς γονίμου προσηγορίας, ὃ μάλιστα ἐβούλετο, σημήνας.

Τίσι γε μὴν ἐπιθέτοις καὶ τὸν Πρωτέα κεκόσμηκεν, ἢδη σκοπῶμεν·

Πωλεῖταί τις δεῦρο γέρων ἃλιος, νημερτής.
Τὸ μὲν γέρων, οἶμαι, τὸ τῆς ἀρχεγόνου καὶ πρώτης οὐσίας σημαίνει γεραίτερον, ὥστε ἀποσεμνῦναι τῇ πολιᾷ τοῦ χρόνου τὴν ἄμορφον ὕλην. ἅλιον δ’ ὠνόμασεν, οὐ μὰ Δί’, οὐ θαλάττίον τινα δαίμονα, καὶ κατὰ κυμάτων ζῶντα, τὸ δ’ ἐκ πολλῶν καὶ παντοδαπῶν συνηλισμένον, ὅπερ ἐστὶ συνηθροισμένον. νημερτὴς δ’ εὐλόγως εἴρηται· τί γὰρ ταύτης τῆς οὐσίας ἀληθουργέστερον, ἐξ ἧς ἅπαντα γεγενῆσθαι νομιστέον. Καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παρ’ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλ’ ὅμως καταθέλξαντος αὐτοῦ τὸν ἔρωτα τῆς νύμφης, ἵνα εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτ’ ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπ’ Ὀλύμπου· πτερόεντα γὰρ
τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου.

Δεῖ δ’ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ δι’ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα· τὸν γὰρ Ἡμέρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδ’ ἀνθρώποις εὔσχημον, ἠλληγόρησεν·

Ὣς μὲν, ὃτ’ Ὠρίων’ ἕλετο ῥοδοδάκτυλος Ἠώς.

Παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν, ἐν ἀκμῇ τοῦ σώματος, ὑπὸ τοῦ χρεὼν πρὸ μοίρας ἀνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος, τὰ σώματα τῶν καμόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν, μήθ’ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρθρον, ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα καὶ κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν

ἐπευφήμουν Ἡμέρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ δι’ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρπασμένου. Καθ’ Ὃμηρον δὲ καὶ τοῦτο φασίν. Ἰασίων, ἀνὴρ γεωργίας ἐπιμελούμενος, καὶ δαψιλεῖς τοὺς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμβάνων, εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· δι’ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν, οὐδ’ ἀκολασίας. Σημαίνων δὲ τὰς εὐαγεστάτας, [Ἡμέραν τε καὶ Δημήτραν], τοῖς ἀκριβῶς ἐρευνᾶν ἐθέλουσι φυσικῆς θεωρίας εὐσεβῆ ἀφορμὴν χαρίζεται.

Νῦν τοίνυν ἅπαντα τἄλλα ἀφέντες, ἐπὶ τὴν διηνεκῆ καὶ χαλεπῶς θρυλουμένην ὑπὸ τῶν συκοφαντῶν κατηγορίαν τραπώμεθα. ἄνω γοῦν καὶ κάτω τραγῳδοῦσι, τὰ περὶ Ἄρεος καὶ Ἀφροδίτης ἀσεβῶς διαπεπλάσθαι λέγοντες. ἀκολασίαν γὰρ ἐμπεπολίτευκεν ἐν οὐρανῷ, καὶ τὸ παρ’ ἀνθρώποις, ὅταν γένηται, θανάτου τιμώμενον οὐκ ἐδυσωπήθη παρὰ θεοῖς ἱστορῆσαι, λέγω δὲ μοιχείαν.

ἀμφ Ἄρεος φιλότητος ἐυστεφάνου τ’ Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισιν.

Εἶτα μετὰ τοῦτο δεσμοὶ, καὶ θεῶν γέλωτες, ἱκεσία τε πρὸς Ἥφαιστον Ποσειδῶνος. ἅπερ εἰ θεοὶ νοσοῦσιν, οὐκέτι τοὺς παρ’ ἀνθρώποις ἀδικοῦντας ἔδει κολάζεσθαι. νομίζω δ’ ἔγωγε, καίπερ ἐν Φαίαξιν ἀνθρώποις ἡδονῇ δεδουλωμένοις ᾀδόμενα ταῦτα φιλοσόφου τινὸς ἐπιστήμης ἔχεσθαι. τὰ γὰρ Σικελικὰ δόγματα καὶ τὴν Ἐμπεδόκλειον γνώμην ἔοικεν ἀπὸ τούτων βεβαιοῦν, Ἄρην μὲν ὀνομάσας τὸ νεῖκος, Ἀφροδίτην δὲ τὴν φιλίαν. τούτους οὖν διεστηκότας ἐν ἀρχῇ παρεισήγαγεν Ὅμηρος ἐκ τῆς πάλαι φιλονεικίας εἰς μίαν ὁμόνοιαν κιρναμένους. ὅθεν εὐλόγως ἐξ ἀμφοῖν Ἁρμονία γεγένηται, τοῦ παντὸς ἀσαλεύτως καὶ κατ’ ἐμμέλειαν ἁρμοσθέντος· γελᾶν δ’ ἐπὶ τούτοις εἰκὸς ἦν, καὶ συνήδεσθαι τοὺς θεοὺς, ἅτε δὴ τῶν ἰδίων χαρίτων οὐκ ἐπὶ φθοραῖς διϊσταμένων, ἀλλ’ ὁμονοοῦσαν εἰρήνην ἀγόντων· δύναταί γε μὴν καὶ περὶ τῆς χαλκευτικῆς τέχνης ἀλληγορεῖν. ὁ μὲν γὰρ Ἄρης εἰκότως ἂν ὀνομάζοιτο σίδηρος, τοῦτον δὲ ῥᾳδίως Ἥφαιστος ἐχειρώσατο· τὸ

γὰρ πῦρ, ἅτ’, οἶμαι, σιδήρου κρατσιοτέρας δυνάμεις μετειληχός, εὐκόλως ἐν αὐτῷ τὴν ἐκείνου στερρότητα θηλύνει. δεῖ δὲ τῷ τεχνίτῃ πρὸς τὸ κατασκευαζόμενον καὶ Ἀφροδίτης· ὅθεν, οἶμαι, διὰ πυρὸς μαλάξας τὸν σίδηρον, ἐπαφροδίτῳ τινὶ τέχνῃ τὴν ἐργασίαν κατώρθωσε. Ποσειδῶν δ’ ἐστὶν ὁ ῥυόμενος παρ’ Ἡφαίστου τὸν Ἄρη πιθανῶς· ἐπειδήπερ ἐκ τῶν βαύνων διάπυρος ὁ τοῦ σιδήρου μύδρος ἑλκυσθεὶς ὕδατι βαπτίζεται, καὶ τὸ φλογῶδες ὑπὸ τῆς ὑγρᾶς φύσεως κατασβεσθὲν ἀναπαύεται.

Καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην; εἴ τῖς ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει· πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ, διὰ τούτου πεφιλοσόφηκεν, ἐπειδὴ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν

μὲν, τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε· τὸν δ’ ἄγριον ἑκάστου θυμὸν, ὡσπερεὶ καυτῆρι τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δ’ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑποκλωπώμενος. τί δ’, οὐχὶ πρῶτος, εὔδιον πλοῦν δι’ ἐπιστήμης ἀστρονόμου τεκμηράμενος, ἔδοξεν ἀνέμους δεδεκέναι; φαρμάκων τε τῶν παρὰ Κίρκης γέγονε κρείττων, ὑπὸ πολλῆς σοφίας πομάτων ἐπεισάκτων κακῶν λύσιν εὑρόμενος· ἡ δὲ φρόνησις ἕως Ἅιδου καταβέβηκεν, ἵνα μηδέ τι τῶν νέρθεν ἀδιερεύνητον ᾖ· ἔτι δὲ Σειρήνων ἀκούει, τὰς πολυπείρους ἱστορίας παντὸς αἰῶνος ἐκμαθών· καὶ Χάρυβδις μὲν ἡ πολυδάπανος ἀσωτία καὶ περὶ πότους ἄπληστος εὐλόγως ὠνόμασται.
Σκύλλαν δὲ, τὴν πολύμορφον ἀναίδειαν ἠλληγόρησε. διὸ δὴ καὶ κυνῶν οὐκ ἀλόγως ὑπέζωσται προτομὰς, ἁρπαγῇ, τόλμῃ καὶ πλεονεξίᾳ πεφραγμένας. αἱ δ’ ἡλίου βόες ἐγκράτεια γαστρός εἰσιν· εἰ μηδὲ λιμὸν ἔσχεν, ἀδικίας ἀνάγκην· ἃ δὴ μυθικῶς μέν ἐστιν εἰρημένα παρὰ τοὺς ἀκούοντας· εἰ δέ τις ἐπὶ τὴν ἠλληγορημένην σοφίαν καταβέβηκεν, ὠφελιμώτατα τοῖς μιμουμένοις γενήσεται.

Τὸν μὲν γὰρ Αἴολον ἐξαιρέτως ἔγωγε νομίζω τὸν ἐνιαυτὸν εἶναι, ταῖς δωδεκαμήνοις τοῦ χρόνου περιόδοις ἐνδεδεμένον. ὠνόμασται γοῦν αἲολος, τουτέστι ποικίλος, ἐπειδήπερ οὐκ ἰσοχρόνῳ καὶ μονοειδεῖ κατὰ πᾶσαν ὥραν τῇ φύσει συνήνωται, διάφοροι δ’ αὐτὸν αἱ παρ’ ἕκαστα μεταβολαὶ ποικίλλουσιν. ἔκ τε γὰρ ἀργαλέου κρύους εἰς πραεῖαν ἡδονὴν ἔαρος γαληνοῦται, καὶ τὸ νοτερὸν τῆς ἐαριζούσης καταστάσεως ἔμπυρος ἡ τοῦ θέρους βία πυκνοῖ. μετόπωρον δὲ, φθινὰς ὥρα καρπῶν ἐτησίων, τὸ θέρειον ἐκλύσασα θάλπος, ὥραις χειμερίαις προοιμιάζεται. ταύτης δὲ τῆς ποικιλίας ὁ ἐνιαυτὸς ὤν πατὴρ, εἰκότως αἴολος ὠνόμασται, παῖδα δ’ αὐτὸν ὠνόμασεν Ἱππότου· τί γὰρ ὀξύτερον χρόνου, ἀεὶ φερομένῳ καὶ ῥέοντι τῷ τάχει τοὺς ὅλους αἰῶνας ἐκμετρουμένου; τί δ’ οὕτω ποδῶκες; δώδεκα δ’ αὐτοῦ παῖδές εἰσιν οἱ μῆνες·

Ἓξ μὲν θυγατέρες, ἓξ δ’ υἱέες ἡβώοντες.
Τὸ μὲν εὔκαρπον καὶ γόνιμον τῶν τὸ θέρος ἐμπιμπλάντων μηνῶν θηλείᾳ γονῇ προσείκασε, τὸ δὲ στερρὸν καὶ πεπηγὸς τῶν χειμερίων ἠρρένωσεν. οὐκ ἀσεβὴς δ’ οὐδ’ ὁ περὶ τῶν γάμων μῦθος. ἀλλὰ τοὺς ἀδελφοὺς ἀνέμιξε
ταῖς ἀδελφαῖς· ἐπειδήπερ ὑπ’ ἀλλήλων συμβέβηκε τὰς ὥρας ὀχεῖσθαι. ταμίας δ’ ἐστὶν ἀνέμων,
Ἠμὲν παυέμεναι, ἠδ’ ὀρνύμεν, ὅν κ’ ἐθέλῃσιν.

Ἔμμηνοι γὰρ αἱ τούτων φοραὶ, καὶ κατὰ προθεσμίαν πνέουσαι, δεσπότης δ’ ἁπάντων ὁ ἐνιαυτός.

Καὶ τὰ μὲν ὑπὲρ Αἰόλου τοιαύτης ἠξίωται φυσιολογίας. ὁ δὲ Κίρκης κυκεὼν ἡδονῆς ἐστὶν ἀγγεῖον, ὃ πίνοντες οἱ ἀκόλαστοι διὰ τῆς ἐφημέρου πλησμονῆς συῶν ἀθλιώτερον βίον ζῶσιν. διὰ τοῦτο οἱ μὲν Ὀδυσσέως ἑταῖροι χορὸς ὄντες ἠλίθιος ἥττηνται τῆς γαστριμαργίας. ἡ δ’ Ὀδυσσέως φρόνησις ἐνίκησε τὴν παρὰ Κίρκῃ τρυφήν. ἀμέλει τὸ πρῶτον ἐκ τῆς νεὼς ἀνιόντι καὶ πλησίον ὄντι τοῖς προθύροις Ἑρμῆς ἐφίσταται, τουτέστιν ὁ ἔμφρων λόγος. ὑφιστάμεθα γοῦν ἐτύμως αὐτὸν Ἑρμῆν λέγεσθαι παντὸς τοῦ νοουμένου κατὰ ψυχὴν ἑρμηνέα τινὰ ὄντα. τετράγωνόν τε ζωγράφων καὶ λιθοξόων χεῖρες αὐτὸν ἐλείαναν, ὅτι πᾶς ὀρθὸς λόγος ἑδραίαν ἔχει τὴν βάσιν οὐκ ὀλισθηρῶς ἐφ’ ἑκάτερα κυλινδούμενος. καὶ μὴν καὶ πτεροῖς ἀνέστεψαν αὐτὸν, αἰνιττόμενοι τὸ παντὸς λόγου τάχος, εἰρήνῃ τε χαίρει· πόλεμοι γὰρ ἥκιστα λόγων ἐνδεεῖς,

τὸ γὰρ πλεῖστον ἐν αὐτοῖς κράτος εἰλήχασι χεῖρες. Ὅμηρος δὲ καὶ διὰ τῶν ἐπιθέτων τοῦτ’ ἔοικεν ἡμῖν σαφέστερον ποιεῖν. ἀργειφόντην τε γὰρ αὐτὸν ὀνομάζει, οὐ μὰ Δί’ οὐ τοὺς Ἡσιοδείους μύθους ἐπιστάμενος, ὅτι τὸν βουκόλον Ἰοῦς ἐφόνευσεν, ἀλλ’ ἐπειδὴ μία παντὸς λόγου φύσις, ἐκφαίνειν, ἐναργῶς τὸ νοούμενον, διὰ τοῦτο εἶπεν αὐτὸν ἀργειφόντην. ἐριούνιον δὲ καὶ σῶκον, ἔτι δ’ ἀκάκητα, ὅτι ἐκτὸς τῆς κακίας ὁ λόγος ᾤκισται, σώζει τε πάντα τὸν χρώμενον αὐτῷ καὶ μέγα ὠφέλησεν. τί δὴ οὖν διπλᾶς καὶ διχρόνους διένειμε τῷ θεῷ τιμὰς, τὴν μὲν ὑπὸ γῆν χθονίαν, τὴν δ’ ὑπὲρ ἡμᾶς οὐράνιον; ἐπειδή διπλοῦς ὁ λόγος. τούτων δ’ οἱ φιλόσοφοι τὸν μὲν ἐνδιάθετον καλοῦσι, τὸν δὲ προφορικόν. ὁ μὲν οὖν τῶν ἔνδον λογισμῶν ἐστὶν ἐξάγγελος, ὁ δ’ ὑπὸ τοῖς στέρνοις καθεῖρκται. φασὶ δὲ τούτῳ χρῆσθαι καὶ τὸ θεῖον. μηδενὸς γὰρ ὄντες ἐνδεεῖς τὴν φωνὴν τῆς χρείας ἐν αὐτοῖς στέργουσι. διὰ τοῦτο οὖν Ὅμηρος τὸν μὲν ἐνδιάθετον εἶπε χθόνιον. ἀφανὴς γὰρ ἐν τοῖς τῆς διανοίας βυθοῖς ἀπεσκότωται, τὸν δὲ προφορικὸν, ἐπεὶ πόρρωθέν ἐστι δῆλος, ἐν οὐρανῷ κατῴκισεν. γλῶττα δ’ αὐτῷ θυσία, τὸ μόνον λόγου μέρος, καὶ τελευταίῳ ἐπὶ κοίτην ἰόντες Ἑρμῇ σπένδουσιν, ἐπεὶ πάσης φωνῆς ἔστιν ὅρος ὕπνος. οὗτος οὖν Ὀδυσσεῖ παρέστηκε σύμβουλος ἐπὶ
Κίρκην βαδίζοντι. καὶ κατ’ ἀρχὰς μὲν ὑπ’ ὀργῆς τε καὶ λύπης ὧν ἐπύθετο φερόμενος, ἀκρίτως ἐνθουσιᾷ. μετὰ μικρὸν δ’ ἐκείνων τῶν παθῶν μαραινομένων ὑπαναφύεται τὸ μετὰ τοῦ συμφέροντος εὐλόγιστον. ὅθεν Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν αὐτῷ. τὸ μέν γε χρυσοῦν ἀντὶ τοῦ καλοῦ παρείληπται. τὸ δὲ ῥάπτειν μεταφορικῶς ἀντὶ τοῦ συντιθέναι τε καὶ διανοεῖσθαι. λέγει γοῦν ἐν ἑτέροις· κακὰ ῥάπτομεν ἀμφιέποντες. διὰ τοῦτο καὶ μύθους εἶπε πλοκίους, ἐπεὶ λόγος ἐκ λόγου γινόμενος καἱ συρραφεὶς ἑαυτῷ εὑρίσκει τὸ συμφέρον. οὐκοῦν χρυσόρραπιν εἶπε τὸν λόγον ἐκ τοῦ δύνασθαι καλῶς βουλεύεσθαί τε καὶ ῥάπτειν πράγματα.. παραστὰς οὖν οὗτος ὁ λογισμὸς ἀπὸ τῆς ἀκρατοῦς ὀργῆς ἐπέπληξεν αὐτῷ, μάτην κατασπεύδοντι· τίπτ’ αὖτ’ ὦ δύστηνε δι’ ἀκρίας ἔρχεαι οἶος, χώρου ἄιδρις ἐών; ταῦτα πρὸς ἑαυτὸν ἐλάλησεν Ὀδυσσεὺς, μετανοοῦντι λογισμῷ τὴν πρότερον ὁρμὴν χαλινώσας. τὴν δὲ φρόνησιν οὐκ ἀπιθάνως μῶλυ προσεῖπε, μόλις εἰς ἀνθρώπους ἐρχομένην. φύσις δ’ αὐτῆς ῥίζα μέλαινα, γάλακτι δὲ εἴκελον ἄνθος, πάντα γὰρ οὖν συλλήβδην τὰ τηλικαῦτα τῶν ἀγαθῶν τὰς μὲν ἀρχὰς προσάντεις καὶ χαλεπὰς ἔχει· γεννικῶς δ’ ὅταν ὑποστῇ τις ἐναθλήσας τῷ κατ’ ἀρχὰς
πόνῳ, τηνικαῦτα γλυκὺς ἐν φωτὶ τῶν ὠφελειῶν ὁ καρπός· ὑπὸ τοῦ τοιούτου φρουρούμενος Ὀδυσσεὺς λογισμοῦ τὰ Κίρκης νενίκηκε φάρμακα.

Μεταβὰς δ’ ἐκ τῶν ὑπὲρ γῆς θεωρημάτων οὐδὲ τὴν ἀφανῆ καὶ νεκρὰν φύσιν εἴασεν ἀναλληγόρητον. ἀλλὰ καὶ τὰ ἐν Ἃιδου συμβολικῶς ἐφιλοσόφησε. Κωκυτὸς οὖν ὁ πρῶτος ὀνομάζεται ποταμὸς, ἐπώνυμον ἀνθρωπίνου πάθους κακόν. θρῆνοι γὰρ ἐπὶ τοῖς τεθνεῶσιν οἱ παρὰ τῶν ζώντων. Πυριφλεγέθοντα δ’ ἐφεξῆς ὀνομάζει. μετὰ γὰρ τὰ δάκρυα ταφαὶ καὶ πῦρ ἀφανίζον, ὅ ἐστι θνητῆς σαρκὸς ἐν ἡμῖν. ἀμφοτέρους δὲ τοὺς ποταμοὺς εἰς ἕνα τὸν Ἀχέροντα συρρέοντας οἶδεν, ἐπείπερ ἐκδέχεται μετὰ τοὺς πρώτους κωκυτοὺς παὶ τὴν ὀφειλομένην ταφὴν ἄχη τινὰ καὶ λῦπαι χρόνιοι, πρὸς ὀλίγας ὑπομνήσεις ἐρεθίζουσαι τὰ πάθη. Στυγὸς δ’ ἀπορρῶγες οἱ ποταμοὶ διὰ τὴν στυγνότητα, καὶ τὴν ἐπὶ τῷ θανάτῳ. κατήφειαν. αἵδης μὲν οὖν ὁ ἀφανὴς τόπος ἐπωνύμως ὠνόμασται. Φερσεφόνη δ’ ἀλληγορικῶς ἡ τὰ πάντα πεφυκυῖα διαφθείρειν, ἐν οἷς οὐκ ὄγχνῃ ἐπ’ ὄγχνῃ γηράσκει μῆλον δ’ ἐπὶ μήλῳ. τὰ δ’ ἐνερριζωμένα πρέμνα τοῖς ἄλσεσιν

αἴγειροι καἱ ἰτέαι ὠλεσίκαρποι. τὰς δὲ θυσίας. συνῳκείωσε τῷ τόπῳ...... τῆς σελήνης ἀμαυρουμένης ὁ τοῦ ἡλίου κύκλος ἀμβλύνεται, καὶ πολλάκις ἄστρων διαφεγγεῖς ὁρῶμεν μαρμαρυγάς. εὐλόγως οὖν τοῦτο Θεοκλύμενος εἶπεν, ὁ τὰ θεῖα κλύων. εὗρε γὰρ ἄξιον τῆς φυσικῆς θεωρίας καὶ τοὔνομα.
νυκτὶ μὲν ὑμέων. Εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.

Καὶ μὴν ἐν ταῖς ἐκλείψεσιν αἵματι προσφερὲς χροιᾷ τὸ φαινόμενον. ἐκφοινίσσεται γάρ· διὰ τοῦτο καὶ ἐπήγαγεν·

αἵματι δ’ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι.
προθεσμία δὲ τῆς ἐκλείψεως, ἣν Ἵππαρχος ἠκρίβωσε κατὰ τὴν ὀνομαζομένην τριακάδα καὶ νουμηνίαν, ἣν Ἀττικῶν παῖδες ἕνην τε καὶ νέαν ὀνομάζουσιν. οὐδ’ ἂν ἄλλην τις εὕροι τῆς ἐκλείψεως ἡμέραν. ὅ τε οὖν Θεοκλύμενος ἱστορεῖ ταῦτα. τίς δ’ ἦν ὁ χρόνος, ἔξεστι παρ’ αὐτοῦ μαθεῖν Ὁμήρου·
τοῦ μὲν φθίνοντος μηνὸς, τοῦ δ’ ἱσταμένοιο.
τοσαύτη καὶ περὶ τῶν παρακολουθούντων καὶ τῆς προθεσμίας ἡ κατὰ τὴν ἔκλειψιν ἀκρίβεια. τί δεῖ τούτοις ἅπασι προσθεῖναι τὴν ἐπὶ τέλει μνηστηροφονίας παρεστῶσαν Ἀθηνᾶν Ὀδυσσεῖ, τουτέστι τὴν φρόνησιν; εἰ μὲν γὰρ ἐκ τοῦ φανεροῦ καὶ βιαζόμενος ἠμύνατο τοὺς λελυπηκότας, Ἄρης ἀν αὐτῷ συνηγωνίζετο. νῦν δὲ δόλῳ καὶ τέχνῃ περιελθὼν, ἵν’ ἀγνοούμενος ἕλῃ, διὰ συνέσεως κατώρθωσε. ἃ δὴ πάντα καθ’ ἓν ἀθροίσαντες, ἀλληγορίας πλήρη τὴν ὅλην ποίησιν εὑρίσκομεν.

Ἆρ’ οὖν ἐπὶ τούτοις ὁ μέγας οὐρανοῦ καὶ θεῶν ἱεροφάντης Ὅμηρος, ὁ τὰς ἀβάτους καὶ κεκλεισμένας ἀνθρωπίναις ψυχαῖς ἀτραποὺς ἐπ’ οὐρανὸν ἀνοίξας, ἐπιτήδειός· ἐστι κατακριθῆναι δυσσεβεῖν, ἵνα ταύτης τῆς ἀνοσίου καὶ μιαρᾶς ψήφου διενεχθείσης, ἀναιρεθέντων τε τῶν ποιημάτων, ἄφωνος ἀμαθία τοῦ κόσμου κατασκεδασθῇ, καὶ μήτε νηπίων παίδων χορὸς ὠφελῆται, τὰς σοφίας παρ’ Ὁμήρου πρῶτον ὡς ἀπὸ τιθήνης ποτιζόμενος γάλα, μήτ’ ἀντὶ παίδων οἱ νεανίαι καὶ τὸ παρηβηκὸς ἤδη τῷ χρόνῳ γῆρας ἀπολαύῃ τινὸς ἡδονῆς, πᾶς δ’ ὁ βίος ἀφαιρεθεὶς τὴν γλῶτταν ἐν κωφότητι διάγῃ;

Φυγαδενέτω τοίνυν ἀπὸ τῆς ἰδίας πολιτείας Πλάτων Ὅμηρον, ὃς αὑτὸν ἐξ Ἀθηνῶν ἐφυγάδενσεν εἰς Σικελίαν. ἔδει δὲ ταύτης τῆς πολιτείας Κριτίαν ἀπωστὸν εἶναι, τύραννος γὰρ, ἢ Ἀλκιβιάδην, τὸν ἐν παισὶ μὲν ἀπρεπῶς θῆλυν, ἐν δὲ μειρακίοις ἄνδρα, τὸν ἐν συμποσίοις Ἐλευσίνια παίζοντα, καὶ Σικελίας μὲν ἀποστάτην, Δεκελείας δὲ κτιστήν. ἀλλά τοι Πλάτων μὲν Ὅμηρον τῆς ἰδίας ἐξώρισε πόλεως. ὁ δὲ σύμπας κόσμος Ὁμήρον μία φησὶν εἶναι πατρίς·
Ὁπποίας τὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης, Κεῖνον ἐφ’ ὃν πᾶσαι χεῖρ’ ὀρέγουσι πόλεις,
ἐξόχως δ’ Ἀθῆναι, αἱ Σωκράτην μὲν ἀρνησάμεναι πολίτην μέχρι φαρμάκου, μίαν δ’ εὐχὴν ἔχουσαι δοκεῖν Ὁμήρου πατρὶς εἶναι. Πῶς γε μὴν αὐτὸς Ὅμηρος ἐμπολιτεύεσθαι τοῖς Πλάτωνος ἂν ἐκαρτέρησε νόμοις, οὕτως ἐναντίᾳ καὶ μαχομένῃ στάσει διῳκισμένων αὐτῶν; ὁ μὲν γὰρ συμβουλεύει κοινοὺς γάμους τε καὶ τέκνα. τῷ δ’ ἄμφω τὰ σωμάτια γάμοις σώφροσι καθωσίωται. διὰ
μὲν γὰρ Ἑλένην ἐστρατεύκασιν Ἕλληνες. διὰ Πηνελόπην δ’ Ὀδυσσεὺς πλανᾶται καὶ θεσμοὶ δικαιότατοι δι’ ἀμφοῖν τῶν Ὁμήρου σωματίων παντὸς ἀνθρωπίνου βίου ἐμπολιτεύονται. τοὺς δὲ Πλάτωνος διαλόγους ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὐδαμοῦ δ’ οὐχὶ τῆς ἄρρενος ἐπιθυμίας μεστός ἐστιν ὁ ἀνήρ. Μούσας μὲν Ὅμηρος ἐπικαλεῖται θεὰς παρθένους ἐπὶ τοῖς λαμπροτάτοις τῶν κατορθωμάτων, ὅπου τι καὶ γεννικόν ἐστιν ἐπίτευγμα καὶ τῆς Ὁμηρικῆς θειότητος ἄξιον. . . . . . . . οὐκ ἔλασσον ἢ κατὰ πόλιν διαταττομένη καὶ μεγάλαις ἡρώων ἀριστείαις. συνεχῶς οὖν καθάπερ εἰς χῶρον αὐτῷ συνήθη τὸν Ἑλικώνιον ἐφίσταται λέγων·
Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι, Οἵτινες ἡγέμονες Δαναῶν καὶ κοίρανοι ἦσαν Ἕσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματ’ ἔχουσαι. Ὅστις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίος ἦλθεν·
ἢ πάλιν ἡνίκα τῆς Ἀγαμέμνονος ἀνδραγαθίας ἐνάρχεται, τοῖς τρισὶ θεοῖς ἥρωα σύμμορφον ὑμνῶν. ἀλλ’ ὅ γε
θαυμαστὸς ἐν τῷ περικαλλεῖ Φαίδρῳ τῆς σώφρονος ὑπὲρ ἐρώτων διακρίσεως ἀρχόμενος ἐτόλμησεν ὡς ὁ Λοκρὸς Αἴας ἐν τῷ παρθενῶνι τῆς ἁγιωτάτης θεᾶς, ἄγος τι Μουσῶν κατασπείσας, τὰς σώφρονας ἔργων ἀσελγῶν καλέσαι βοηθούς. « Ἄγετε δὴ, ὦ Μοῦσαι, εἴτε δι’ ᾠδῆς εἶδος λίγειαι εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετ’ ἐπωνυμίαν, ξύμ μοι λάβεσθε τοῦ μύθου.” περὶ τίνος, εἴποιμεν ἂν, ὦ θαυμασιώτατε Πλάτων, περὶ οὐρανοῦ καὶ τῆς τῶν ὅλων φύσεως ἢ περὶ γῆς καὶ θαλάσσης; ἀλλ’ οὐδὲ περὶ ἡλίου καὶ σελήνης οὐδὲ περὶ ἀπλανῶν τε καὶ πλανήτων κινήσεως. ἀλλὰ τί τῆς εὐχῆς πέρας ἐστὶν, αἰσχύνομαι καὶ λέγειν· ἦν οὕτω δὴ παῖς καλὸς, μᾶλλον δὲ μειρακίσκος, οὗ πολλοὶ μὲν ἦσαν ἐρασταὶ, εἷς δέ τις αἱμύλος, ὃς ἐπεπείκει αὐτὸν ἐρῶν ὅτι οὐκ ἐρῴη καί ποτε αὐτὸν αἰτῶν ἔλεγεν ὧδε γνμνοῖς τοῖς ὄμμασι τὴν ἀσέλγειαν οὐδ’ εὐπρεπεῖ σχήματι τὸ τοῦ πράγματος αἰσχρὸν ὑποκλέψας. τοιγαροῦν εἰκότως ὁ μὲν Ὁμήρου λόγος ἡρώων ἐστὶ βίος, οἱ δὲ Πλάτωνος διάλογοι μειρακίων εἰσὶν ἔρωτες καὶ πάντα παρ’ Ὁμήρῳ
γεννικῆς ἀρετῆς γέμει. φρόνιμος Ὀδυσσεὺς, ἀνδρεῖος Αἴας, σώφρων Πηνελόπη, δίκαιος ἐν ἅπασι Νέστωρ, εὐσεβὴς εἰς πατέρα Τηλέμαχος, ἐν φιλίαις πιστὸς ὁ Ἀχιλλεὺς, ὑπὲρ ὧν παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐξώρισται τῆς πόλεως. πλὴν εἰ μὴ διὰ βίου ὠφέλειαν φήσομεν εἶναι τὰ σεμνὰ τῶν ἰδεῶν τερετίσματα καὶ παρ’ Ἀριστοτέλει τῷ μαθητῇ γελώμενα. διὰ τοῦτο ἀξίας οἶμαι τῶν καθ’ Ὁμήρου λόγων τὰς δίκας ὑπέσχεν, ἀκόλαστον γλῶσσαν ἐχων αἰσχίστην νόσον, ὡς ὁ Τάνταλος, ὡς ὁ Καπανεὺς, ὡς οἱ διὰ γλωσσαλγίαν μυρίαις κεχρημένοι συμφοραῖς. πολλάκις ἐπὶ τὰς τυραννικὰς ἐφθείρετο θύρας, ἐν ἐλευθέρῳ δὲ σώματι δουλικὴν ἠνέσχετο τύχην καὶ μέχρι πράσεως. οὐδ’ εἷς γὰρ ἀγνοεῖ τὸν Σπαρτιάτην Πόλλιν, ᾧ οὐδ’ ὡς Λιβυκοῦ χάρις ἐλέου σέσωσται, καὶ μνῶν εἴκοσι καθάπερ ἀνδράποδον εὐτελὲς ἐτιμήθη, καὶ ταῦτα τῶν εἰς Ὅμηρον ἀσεβημάτων ὀφειλομένην τιμωρίαν ὑποσχὼν ἀχαλίνου γλώσσης.

Πρὸς μὲν οὖν Πλάτωνα καὶ πλείω λέγειν δυνάμενος ἐῶ, τοὔνομα τῆς Σωκρατικῆς φιλοσοφίας αἰδούμενος. Ὁ δὲ Φαίαξ φιλόσοφος Ἐπίκουρος, ὁ τῆς ἡδονῆς ἐν τοῖς ἰδίοις κήποις γεωργὸς, ὁ πᾶσαν ποιητικὴν ἄστροις σημειωσάμενος, οὐκ ἐξαιρέτως μόνον Ὅμηρον, ἆρ’ οὐχὶ καὶ ταῦθ’ ἃ μόνα τῷ βίῳ παρέδωκε αἰσχρῶς ἀγνοήσας παρ’ Ὁμήρου κέκλοφεν; ἃ γὰρ Ὀδυσσεὺς ὑποκρίσει παρ’ Ἀλκίνῳ μὴ φρονῶν ἐψεύσατο ταῦτα ὡς ἀληθεύων ἀπεφήνατο τέλος βίου, ὅταν

εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα Δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ, Τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι·
λέγει δ’ Ὀδυσσεὺς οὐχ ὁ παρὰ Τρωσὶν ἀριστεύων, οὐχ ὁ Θρᾴκην κατασκάπτων οὐδ’ ὁ τὰς παρὰ Λωτοφάγοις ἡδονὰς παραπλέων, οὐδ’ ὁ τοῦ μεγίστου Κύκλωπος ἔτι μείζων, ὃς ἔτι ζῶν εἶδεν αἵδην, οὐχ οὗτος Ὀδυσσεύς ἐστιν ὁ ταῦτα λέγων, ἀλλὰ τὸ βραχὺ τῆς Ποσειδῶνος ὀργῆς λείψανον, ὃν οἱ βαρεῖς χειμῶνες ἐπὶ τὸν Φαιάκων ἔλεον ἐξεκύμηναν. ἃ δὴ παρὰ τοῖς ὑποδεξαμένοις ἐνομίζετο
τίμια τούτοις ἐξ ἀνάγκης συγκαταινεῖ, μίαν εὐχὴν πεποιημένος ἣν ἀτυχῶν ἐπαρᾶται·
δός μ’ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ’ ἐλεεινόν.
ἃ δὴ πραττόμενα φαύλως οὐκ ἐνῆν διδάσκοντα βελτίω ποιεῖν τούτοις διὰ τὸ χρειῶδες ἠναγκάσθη μαρτυρεῖν. Ἀλλ’ ὅγ’ Ἐπίκουρος ἀμαθίᾳ τὴν Ὀδυσσέως πρόσκαιρον ἀνάγκην βίου κατεβάλετο δόξαν, ἃ παρὰ Φαίαξιν ἐκεῖνος ἀπεφήνατο κάλλιστα, ταῦτα τοῖς καλοῖς κήποις φυτὰ ἐμφυτεύσας. Ἐπίκουρος μὲν οὖν οἰχέσθω πλείονας οἶμαι περὶ τὴν ψυχὴν ἐσχηκὼς νόσους ἢ περὶ τὸ σῶμα· τὴν δ’ Ὁμήρου σοφίαν ἐκτεθείακεν αἰὼν σύμπας καὶ προϊόντι τῷ χρόνῳ νεάζουσιν ἀεὶ αἱ ἐκείνου χάριτες. οὐδ’ εἷς δέ ἐστιν ὃς οὐκ εὔφημον ὑπὲρ αὐτοῦ γλῶσσαν ἀνέῳξεν. ἱερεῖς δὲ καὶ ζάκοροι τῶν δαιμονίων ἔτι τῶν αὐτῶν πάντες ἐσμὲν ἐξ ἴσου.
Τούσδε δ’ ἔα φθινύθειν, ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν νόσφιν βουλεύωσ’ — ἄνυσις δ’ οὐκ ἔσσεται αὐτῶν. —