Allegoriae (= Quaestiones Homericae)

Heraclitus

Heraclitus. Heracliti Allegoriae Homericae. Mehler, E., editor. Leiden: Brill, 1851.

Βαρύτατον δ’ ἔγκλημα κατὰ Ὁμήρου, καὶ πάσης

καταδίκης ἄξιον, εἴπερ ἄρα μεμύθευκεν, ὡς ἐν τοῖς ἐφεξῆς ἔστιν, εὗρον, ὅτι τὸν ἁπάντων ἡγεμόνα
ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη. Ἀλλὰ σὺ τόν γ’ ἐλθοῦσα, θεὰ, ὑπελύσαο δεσμῶν, Ὦχ’ ἑκατόγχειρον καλέσασ’ ἐς μακρὸν Ὄλυμπον, Ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίων’· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων.

Ἐν τούτοις τοῖς στίχοις ἄξιός ἐστιν Ὅμηρος οὐκ ἐκ μιᾶς τῆς Πλάτωνος ἐλαύνεσθαι πολιτείας, ἀλλ’ ὑπὲρ Ἡρακλέους, φασὶν, ἐσχάτας στήλας, [καὶ τὴν ἄβατον Ὠκεανοῦ θάλασσαν]. Ζεὺς γὰρ ὀλίγον δεσμῶν πεπείραται,

καὶ τὴν ἐπιβουλὴν αὐτῷ συνιστᾶσιν οὐχ οἱ Τιτᾶνες, οὐδὲ τὸ κατὰ Παλλήνην θράσος Γιγάντων, ἀλλ’ Ἥρα, διπλοῦν ὄνομα, φύσεως καὶ συμβιώσεως, ὃ τ’ ἀδελφὸς Ποσειδῶν, ἐξ ἴσου νεμηθεὶς ἅπαντα, καὶ οὐχὶ τοῦ διαμαρτεῖν, ἧς ὤφειλε τιμῆς ἠξιῶσθαι, κατὰ τοῦ πλεονεκτήσαντος ἠγανακτηκώς· τρίτη δ’ Ἀθηνᾶ, διὰ μιᾶς ἐπιβουλῆς εἰς πατέρα καὶ μητέρα δυσσεβοῦσα. νομίζω δ’ ἔγωγε τῆς ἐπιβουλῆς Διὶ τὴν σωτηρίαν ἀπρεπεστέραν· Θέτις γὰρ αὐτὸν ἀπήλλαξε τῶν δεσμῶν, καὶ Βριάρεως. ἀπρεπεῖς δ’ αἱ τοιαῦται ἐλπίδες, ὡς τοιούτων δεηθῆναι συμμάχων.

Ταύτης τοίνυν τῆς ἀσεβείας ἕν ἐστιν ἀντιφάρμακον, ἐὰν ἐπιδείξωμεν ἠλληγορημένον τὸν μῦθον· ἡ γὰρ ἀρχέγονος ἁπάντων καὶ πρεσβυτάτη φύσις ἐν τούτοις τοῖς ἔπεσι θεολογεῖται, καὶ τῶν φυσικῶν κατὰ τὰ στοιχεῖα δογμάτων εἷς ἀρχηγὸς Ὅμηρος, ἑκάστῳ τινὶ τῶν μετ’ αυτὸν, ἧς ἔδοξεν εὑρεῖν, ἐπινοίας γεγονὼς διδάσκαλος. Θάλητα μέν γε τὸν Μιλήσιον ὁμολογοῦσι πρῶτον ὑποστήσασθαι τῶν ὅλων κοσμόγονον στοιχεῖον τὸ ὕδωρ· ἡ γὰρ ὑγρὰ φύσις, εὐμαρῶς εἰς ἕκαστα μεταπλαττομένη, πρὸς τὸ ποικίλον εἴωθε μορφοῦσθαι. Τό

τε γὰρ ἐξατμιζόμενον αὐτῆς ἀεροῦται, καὶ τὸ λεπτότατον ἀπὸ ἀέρος αἰθὴρ ἀνάπτεται, συνιζάνον τε τὸ ὕδωρ καὶ μεταβαλλόμενον εἰς ἰλὺν ἀπογαιοῦται· διὸ δὴ τῆς τετράδος τῶν στοιχείων ὥσπερ αἰτιώτατον ὁ Θάλης ἀπεφήνατο [στοιχεῖον εἶναι] τὸ ὕδωρ. Τίς οὖν ἐγέννησε ταύτην τὴν δόξαν; οὐχ Ὅμηρος, εἰπών·
Ὠκεανὸς, ὅσπερ γένεσις πάντεσσι τέτυκται;
φερωνύμως μὲν ὠκεανὸν εἰπὼν τὴν ὑγρὰν φύσιν, παρὰ τὸ ὠκέως νάειν, τοῦτον δ’ ὑποστησάμενος ἁπάντων γενεάρχην ἀλλ’ ὁ Κλαζομένιος. Ἀναξαγόρας, κατὰ διαδοχὴν γνώριμος ὧν Θάλητος, συνέζευξε τῷ ὕδατι δεύτερον στοιχεῖον τὴν γῆν, ἵνα ξηρῷ μιχθὲν ὑγρὸν ἐξ ἀντιπάλου φύσεως εἰς μίαν ὁμόνοιαν ἀνακραθῇ. καὶ ταύτην δὲ τὴν ἀπόφασιν πρῶτος Ὅμηρος ἐγεώργησεν, Ἀναξαγόρᾳ σπέρματα τῆς ἐπινοίας χαρισάμενος, ἐν οἷς φησί·
Ἀλλ’ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε.
πᾶν γὰρ τὸ φυόμενον ἔκ τινων εἰς ταὐτὰ ἀναλύεται διαφθειρόμενον, ὡσπερεὶ τῆς φύσεως, ἃ δεδάνεικεν ἐν ἀρχῇ χρέα, κομιζομένης ἐπὶ τέλει. διὸ δὴ τοῖς Κλαζομενίοις δόγμασιν ἑπόμενος Εὐριπίδης φησὶ·
Χωρεῖ δ’ ὀπίσω τὰ μὲν ἐκ γαίας· φύντ’ εἰς γαῖαν, τὰ δ’ ἀπ’ αἰθερίου βλαστόντα γονῆς εἰς αἰθέρα.
Καταρώμενος οὖν ὁ ποιητὴς τοῖς Ἕλλησι, μίαν εὗρεν ἀρχὴν φιλόσοφον, εἰ πάλιν ὕδωρ καὶ γῆ γένοιντο, διαλυθέντες εἰς ταὐτὰ, ἀφ’ ὧν ἐπήχθησαν, ὅτε ἐγεννῶντο. ἐσχάτη τοίνυν ὑπὸ τῶν μεγίστων. φιλοσόφων ἡ τελεία τετρὰς ἐν τοῖς στοιχείοις συνεπληρώθη· δύο μὲν γὰρ
ὑλικά φασιν εἶναι, γῆν τε καὶ ὕδωρ, δύο δὲ πνευματικὰ, αἰθέρα τε καὶ ἀέρα, τούτων δὲ τὰς φύσεις, ἀλλήλαις ἐναντία φρονούσας, ὅταν εἰς τὸ αὐτὸ κραθῶσιν, ὁμονοεῖν.

Ἆρ’ οὖν, εἴ τις θέλει τἀληθὲς ἐξετάζειν, οὐχὶ καὶ ταῦτα τὰ στοιχεῖα παρ’ Ὁμήρῳ φιλοσοφεῖται; καὶ περὶ μὲν τῶν Ἥρας δεσμῶν, ἐν οἷς ἡ τάξις ἠλληγόρηται τῶν τεττάρων στοιχείων, εὐκαιρότερον αὖθις ἐροῦμεν· νῦν δ’ ἀποχρῶσιν οἱ κατὰ τὴν τρίτην ῥαψῳδίαν ὅρκοι τὸ λεγόμενον ὑφ’ ἡμῶν βεβαιῶσαι·

Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων, Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς, καὶ πάντ’ ἐπακούεις, Καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας Ἀνθρώπους τίνυσθον, ὅ τίς κ’ ἐπίορκον ὀμόσσῃ.
πρῶτον ἐπικαλεῖται τὸν ὀξύτατον αἰθέρα, τὴν ἀνωτάτω τάξιν εἰληχότα. πυρὸς δ’ εἰλικρινοῦς φύσις, ἅτ’ οἶμαι κουφοτάτη, τὸν ὑψηλότατον ἀποκεκλήρωται χῶρον· εἴη δ’ ἂν, οἶμαι, τοῦτο Ζεὺς ἐπώνυμος, ἤτοι τὸ ζῆν παρεχόμενος ἀνθρώποις, ἢ παρὰ τὴν ἔμπυρον ζέσιν οὕτως ὠνομασμένος. ἀμέλει δὲ καὶ ὁ Εὐριπίδης τὸν ὑπερτεταμένον αἰθέρα φησίν·
Ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
Ὁ μὲν οὖν πρῶτος αἰθὴρ καλεῖται μεσίτης τῶν ὁρκίων.
ποταμοὶ δὲ καὶ γῆ, τὰ ὑλικὰ στοιχεῖα, μετὰ τὴν πρώτην φύσιν αἰθέρος. τὸν δ’ ὑπένερθεν ἀέρα ἀλληγορικῶς ἀίδην προσαγορεύει. μέλαν γὰρ τουτὶ τὸ στοιχεῖον, ὡς ἂν, οἶμαι, παχυτέρας καὶ διύγρου λαχὸν μοίρας. δίχα γοῦν τῶν καταφωτίζειν δυναμένων ἀλαμπής ἐστιν. ὅθεν εὐλόγως αὐτὸν ἀίδην προσηγόρευσε. τί οὖν τὸ πέμπτον, ὁ ἥλιος; ἵνα τι καὶ περιπατητικοῖς φιλοσόφοις χαρίσηται Ὅμηρος, ἐπεκαλέσατο καὶ τοῦτον· ἀξιοῦσι γὰρ ἑτέραν τοῦ πυρὸς εἶναι ταύτην τὴν φύσιν, ἣν κυκλοφορητικὴν ὀνομάζουσιν, πέμπτον εἶναι τοῦτο στοιχεῖον ὁμολογοῦντες. ὁ μὲν γὰρ αἰθὴρ διὰ τὴν κουφότητα πρὸς τοὺς ἀνωτάτω χωρεῖ τόπους· ἥλιος δὲ καὶ σελήνη καὶ τῶν ὁμοδρόμων αὐτοῖς ἕκαστον ἄστρων, τὴν ἐν κύκλῳ φορὰν δινούμενα διατελεῖ, τῆς πυρώδους οὐσίας ἄλλην τινὰ δύναμιν ἔχοντα. διὰ τούτων ἁπάντων ὑπεσήμηνεν ἡμῖν τὰ πρωτοπαγῆ στοιχεῖα τῆς φύσεως.

Καὶ περὶ αὐτοῦ μηδεὶς λεγέτω, πῶς μὲν ὁ αἰθὴρ προσαγορεύεται Ζεὺς, ἀίδην δ’ ὀνομάζει τὸν ἀέρα, καὶ συμβολικοῖς ὀνόμασι τὴν φιλοσοφίαν ἀμαυροῖ· παράδοξον γὰρ οὐδὲν, εἰ ποιητής τε ὢν ἀλληγορεῖ, καὶ τῶν προηγουμένως φιλοσοφούντων τούτῳ τῷ τρόπῳ χρωμένων·

ὁ γοῦν σκοτεινὸς Ἡράκλειτος ἀσαφῆ καὶ διὰ συμβόλων εἰκάζεσθαι δυνάμενα θεολογεῖ τὰ φυσικὰ, δι’ ὧν φησί· ἄνθρωποι θεοὶ θνητοί· θεοί τ’ ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θίενατον, Θνήσκοντες τὴν ἐκείνων ζωήν· καὶ πάλιν· ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν. ὅλον τε τὸ περὶ φύσεως αἰνιγματωδῶς ἀλληγορεῖ. Τί δ’ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς; οὐχὶ τὰ τέτταρα στοιχεῖα βουλόμενος ἡμῖν ὑποσημῆναι, τὴν ὁμηρικὴν ἀλληγορίαν μεμίμηται;
Ζεὺς ἀργὴς, Ἥρῃ τε φερέσβιος, ἠδ’ Αιδωνεὺς, Νῆστίς θ’, ἢ δακρύοις τέγγει κρούνωμα βρότειον·

Ζῆνα μὲν εἶπε τὸν αἰθέρα, γῆν δὲ τὴν Ἥραν, Ἀιδωνέα δὲ τὸν ἀέρα, τὸ δὲ δακρύοις τεγγόμενον κρούνωμα βρότειον τὸ ὕδωρ. οὐ δὴ παράδοξον, εἰ τῶν προηγουμένως ὁμολογούντων φιλοσοφεῖν ἀλληγορικοῖς ὀνόμασι χρησαμένων, ὁ ποιητικὴν ἐπαγγελλόμενος ἐξίσου [τοῖς φιλοσόφοις] ἠλληγόρησε.

Λοιπὸν οὖν σκοπῶμεν, εἰ ἡ κατὰ Διὸς ἐπιβουλὴ τῶν στοιχείων ἐστὶν ἀπαρίθμησις, καὶ φυσικωτέρας ἅπτεται θεωρίας. φασὶ τοίνυν οἱ δοκιμώτατοι φιλόσοφοι ταῦτα περὶ τῆς διαμονῆς τῶν ὅλων· ἕως μὲν ἂν ἀφιλόνεικος ἁρμονία τὰ τέτταρα στοιχεῖα διακρατῇ,

μηδενὸς ἐξαιρέτως ὑπερδυναστεύοντος, ἀλλ’ ἑκάστου [κατ’ ἐμμέλειαν], ἣν εἴληχε τάξιν οἰκονομοῦντος, ἀκινήτως ἕκαστα μενεῖν. εἰ δ’ ἐπικρατήσειε ἕν τι τῶν ἄλλῶν, καὶ τυραννῆσαν εἰς πλείω φορὰν παρέλθοι, τὰ λοιπὰ συγχυθέντα τῇ τοῦ κρατοῦντος ἰσχύι μετ’ ἀνάγκης ὑπείξειν. πυρὸς μὲν οὖν αἰφνιδίως ἐκζέσαντος, ἁπάντων ἔσεσθαι κοινὴν ἐκπύρωσιν. εἰ δ’ ἀθροῦν ὕδωρ ἐκραγείη, κατακλυσμῷ τὸν κόσμον ἀπολεῖσθαι. διὰ τούτων τοίνυν τῶν ἐπῶν μέλλουσάν τινα ταραχὴν ἐν τοῖς ὅλοις Ὅμηρος ὑποσημαίνει· Ζεὺς γὰρ, ἡ δυνατωτάτη φύσις, ὑπὸ τῶν ἄλλων ἐπιβουλεύεται στοιχείων, Ἥρας μὲν, τοῦ ἀέρος, Ποσειδῶνος δὲ, τῆς ὑγρᾶς φύσεως, Ἀθηνᾶς δὲ, τῆς γῆς· ἐπεὶ δημιουργός ἐστιν ἁπάντων, καὶ θεός ἐργάνῃ. ταῦτα δὴ τὰ
στοιχεῖα πρῶτον μὲν σνγγενῆ διὰ τὴν ἐν ἀλλήλοις ἀνάκρασιν· εἶτα, συγχύσεως παρὰ μικρὸν αὐτῶν γενομένης, εὑρέθη βοηθὸς ἡ πρόνοια. Θέτιν δ’ αὐτὴν εὐλόγως ὠνόμασεν, αὓτη γὰρ ὑπεστησατο τῶν ὅλων εὔκαιρον διάθεσιν, ἐν τοῖς ἰδίοις νόμοις ἱδρύσασα τὰ στοιχεῖα. σύμμαχος δ’ αὐτῇ γέγονεν ἡ βριαρὰ καὶ πολύχειρ δύναμις· τὰ γὰρ τηλικαῦτα τῶν πραγμάτων νοσήσαντα, πῶς ἂν ἄλλως δύναιτο, πλὴν μετὰ μεγάλης βίας ἀναρρωσθῆναι; καὶ τὸ μὲν ἄφυκτον ἔγκλημα περὶ τῶν Διὸς ἀσεβῶν δεσμῶν οὕτω φυσικῆς ἀλληγορίας ἔχει θεωρίαν.

Ἐγκαλοῦσι δ’ Ὁμήρῳ καὶ περὶ τῆς Ἡφαίστου ῥίψεως· τὸ μὲν πρῶτον, ὅτι χωλὸν αὐτὸν ὑφίσταται,

τὴν θείαν ἀκρωτηριάζων φύσιν· εἶθ’, ὅτι καὶ παρὰ μικρὸν ἧκε κινδύνου. φησὶ γάρ,
Πᾶν δ’ ἦμαρ φερόμην, ἅμα δ’ ἠελίῳ καταδύντι Κάππεσον ἐν Αήμνῳ. ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.
Καὶ τούτοις δ’ ὑποκρύπτεταί τις Ὁμήρῳ φιλόσοφος νοῦς· οὐ γὰρ πλάσμασι ποιητικοῖς τοὺς ἀκούοντας τέρπων αὐτίκα χωλὸν ἡμῖν παραδέδωκεν Ἥφαιστον, τὸν ἐξ Ἥρας καὶ Διὸς μυθούμενον παῖδα· τοῦτο γὰρ ἀπρεπὲς ὄντως ἱστορεῖν περὶ θεοῦ. ἀλλ’ ἐπεὶ ἡ τοῦ πυρὸς οὐσία διπλῆ, καὶ τὸ μὲν αἰθέριον (ὡς ἔναγχος εἰρήκαμεν) ἐπὶ τῆς ἀνωτάτω τοῦ παντὸς αἰώρας οὐδὲν ὑστεροῦν ἔχει πρὸς τελειότητα, τοῦ δὲ παρ’ ἡμῖν πυρὸς ἡ ὕλη, πρόσγειος οὖσα, φθαρτὴ, καὶ διὰ τῆς ὑποτρεφούσης παρ’ ἕκαστα ζωπυρουμένη, διὰ τοῦτο
τὴν μὲν ὀξντάτην φλόγα συνεχῶς ἥλιόν τε καὶ Δία προσαγορεύει, τὸ δ’ ἐπὶ γῆς πῦρ Ἥφαιστον, ἑτοίμως ἁπτόμενόν τε καὶ σβεννύμενον. ὅθεν εἰκότως, κατὰ σύγκρισιν ἐκείνου τοῦ ὁλοκλήρου, τοῦτο νενόμισται χωλὸν εἶναι τὸ πῦρ. ἄλλως τε καὶ πᾶσα ποδῶν πήρωσις ἀεὶ τοῦ διαστηρίζοντος ἐπιδεῖται βάκτρου· τὸ δὲ παρ’ ἡμῖν πῦρ, ἄνευ τῆς τῶν ξύλων ἐπιθέσεως οὐ δυνηθὲν ἂν ἐπιπλέον παραμεῖναι, συμβολικῶς χωλὸν εἴρηται. τὸν γοῦν Ἥφαιστον οὐκ ἀλληγορικῶς ἐν ἑτέροις, ἀλλὰ διαρρήδην πῦρ φησὶν Ὅμηρος εἶναι·
Σπλάγχνα δ’ ἂρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

Μεταληπτικῶς ὑπὸ τοῦ Ἡφαίστου τὰ σπλάγχνα φησὶν ὀπτᾶσθαι. Καὶ μὴν ἀπ’ οὐρανοῦ ῥιπτόμενον αὐτὸν ὑφίσταται φυσικῶς. Κατὰ γὰρ ἀρχὰς οὐδέπω τῆς τοῦ πυρὸς χρήσεως ἐπιπολαζούσης, ἅνθρωποι χρονικῶς χαλκοῖς τισιν ὀργάνοις κατεσκευασμένοις ἐφειλκύσαντο τοὺς ἀπὸ τῶν μετεώρων φερομένους σπινθῆρας, κατὰ

τὰς μεσημβρίας ἐναντία τῷ ἡλίῳ [τὰ ὄργανα] τιθέντες· ὅθεν οἶμαι δοκεῖ καὶ Προμηθεὺς ἀπ’ οὐρανοῦ διακλέψαι τό πῦρ. ἐπειδήπερ [τέχνης] προμηθεια τῶν ἀνθρώπων ἐπενόησε τὴν ἐκεῖθεν ἀπόρροιαν αὐτοῦ. Λῆμνον δὲ πρῶτον οὐκ ἀλόγως ἐμύθευσε τὴν ὑποδεξαμένην τὸ θεόβλητον πῦρ· ἐνταῦθα γὰρ ἀνίενται [ἐγ]γηγενοῦς πυρὸς αὐτόματοι φλόγες. δηλοῖ δὲ σαφῶς, ὅτι τοῦτο θνητόν ἐστι τὸ πῦρ, ἐξ ὧν ἐπήνεγκεν·
ὀλίγος δ’ ἔτι θυμὸς ἐνῆεν.
ἀπόλλυται γὰρ εὐθέως μαρανθὲν, εἰ μὴ λάβοιτο τῆς διαφυλάττειν αὐτὸ δυναμένης προνοίας.

Καὶ ταῦτα μὲν περὶ Ἡφαίστου φιλοσοφητέον. ἐῶ γὰρ ἐπὶ τοῦ παρόντος, ὡς τερατείαν τινὰ, τὴν Κράτητος φιλοσοφίαν, ὅτι Ζεὺς, ἀναμέτρησιν τοῦ παντὸς ἐσπουδακὼς γενέσθαι, δύο πυρσοῖς ἰσοδρομοῦσιν, Ἡφαίστῳ τε καὶ ἡλίῳ, διετεκμήρατο τοῦ κόσμου τὰ διαστήματα· τὸν μὲν ἄνωθεν ἀπὸ τοῦ βηλοῦ καλουμένου ῥίψας, τὸν δ’ ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφεὶς φέρεσθαι. διὰ

τοῦτ’ ἀμφότεροι καὶ συνεχρόνισαν. ἅμα γὰρ ἠελίῳ καταδύντι κάππεσεν Ἥφαιστος ἐν Λήμνῳ· τοῦτο τοίνυν, εἲτε κοσμική τις ἀναμέτρησις, εἴθ’, ὅτι μᾶλλον ἀληθὲς, ἔστιν ἀλληγορικὴ τοῦ καθ’ ἡμᾶς πυρὸς ἀνθρώποις] παράδοσις, οὐδὲν ἀσεβὲς περὶ Ἡφαίστου παρ’ Ὁμήρῳ λέλεκται.

Καὶ μὴν ἐπὶ τῆς δευτέρας ῥαψῳδίας, ἀνακομιζομένων τῶν Ἑλλήνων, Ὀδυσσεῖ διαποροῦντι παρέστηκεν οὐκ ἄλλη τις, ἀλλ’ ἡ θεία φρόνησις, ἣν Ἀθηνᾶν ὀνομάζει. Καὶ τὴν ἀποστελλομένην Ἶριν ἄγγελον τοῦ Διὸς, τὸν εἴροντα λόγον ὑφίσταται, ὥσπερ Ἑρμῆν τὸν ἑρμηνεύοντα· δύο γὰρ ἄγγελοι θεῶν, οὐδενὸς ἄλλου πλὴν ἐπώνυμοι τῆς κατὰ τὸν λόγον ἑρμηνείας. Ἀλλ’ ἀπρεπῶς Ἀφροδίτη μαστροπεύει πρὸς Ἀλέξανδρον

Ἑλένην. ἀγνοοῦσι γὰρ, ὅτι νῦν λέγει τὴν ἐν τοῖς ἐρωτικοῖς πάθεσιν ἀφροσύνην, ἢ μεσῖτίς ἐστι καὶ διάκονος ἀεὶ μειρακιώδους ἐπιθυμίας· αὕτη καὶ τόπον εὗρεν ἐπιτήδειον, ὅπου τὸν Ἑλένης δίφρον ἀφιδρύσει, καὶ ποικίλοις μαγγάνοις ἑκατέρων κινεῖ τὸν πόθον, Ἀλεξάνδρου μὲν ἐρωτικῶς ἔτι διακειμένου, τῆς δ’ Ἑλένης μετανοεῖν ἀρχομένης. διὸ δη κατ’ ἀρχὰς ἀντειποῦσα, τοὔσχατον ὑπείκει, μεταξὺ δυοῖν φερομένη παθῶν, ἔρωτός τε τοῦ πρὸς Ἀλέξανδρον, καὶ αἰδοῦς τῆς πρὸς Μενέλαον.

Ἣ γε μὴν εὐωχουμένοις τοῖς θεοῖς ὑποδιακόνουμένη κατ’ ἀρχὰς Ἣβη, τίς ἂν εἴη, πλὴν ἡ διηνεκῶς ἓν ταῖς ἁβροσύναις νεότης; οὐδὲ γὰρ ἐν οὐρανῷ γῆρας, οὐδ’ ὕπεστί τι τῆς θείας φύσεως ἔσχατον βίου νόσημα. πασης δ’ ἐξαιρέτως θυμηδίας, ὡσπερεὶ συνεκτικὸν ὄργανόν ἐστιν ἡ τῶν συνεληλυθότων ἐπὶ τὴν ἅβροσύνην

ἀκμή Περὶ γε τῆς Ἔριδος οὐδ’ ὑπεσταλμένως ἠλληγόρησεν, οὐδ’ ὥστε δεῖσθαι λεπτῆς τινος εἰκασίας· ἀλλ’ ἐκ τοῦ φανεροῦ τὰ κατ’ αὐτὴν πεπόμπευκεν·
Ἥτ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.
διὰ γὰρ τούτων τῶν ἐπῶν οὐ θεά τις οὕτω παντάπασιν τερατώδης ὑφ’ Ὁμήρου μεμόρφωται, τὰς προς ἑκάτερον μεταβολὰς τοῦ σώματος ἀπίστους ἔχουσα, καὶ ποτὲ μὲν ἐπὶ γῆς ἐρριμμένη ταπεινὴ, ποτὲ δ’ εἰς ἄπειρον αἰθέρος ἐκτειναμένη μέγεθος· ἀλλ’, ὃ συμβέβηκεν ἀεὶ τοῖς φιλονεικοῦσι πάθος, ἐκ ταύτης τῆς ἀλληγορίας διετύπωσεν. ἀρξαμένη γὰρ ἀπὸ λιτῆς αἰτίας ἡ ἔρις, ἐπειδὰν ὑποκινηθῇ, πρὸς μέγα δή τι κακὸν διογκοῦται.

Καὶ ταυτὶ μὲν ἴσως μετριώτερα. πολλὴ δὲ κατ’ Ὁμήρου τραγῳδία σκηνοβατεῖται παρὰ τοῖς ἀγνωμόνως αὐτὸν ἐθέλουσι συκοφαντεῖν, ὅτι παρεισάγει κατὰ τὴν πέμπτην ῥαψῳδίαν τιτρωσκομένους θεοὺς, Ἀφροδίτην τὸ πρῶτον ὑπὸ Διομήδους, εἶτ’ Ἄρην. προστιθέασι δὲ τούτοις, ὅσα κατὰ παρηγορίαν ἡ Διώνη περὶ τῶν ἔτι πρότερον ἠτυχηκότων ἀπαγγέλλει θεῶν. ἐν μέρει δ’ ὑπὲρ ἑκάστου τὸν λόγον ἀποδώσομεν ἡμεῖς, οὐδεμιᾶς ἐκτὸς ὄντα φιλοσοφίας Διομήδης γὰρ, Ἀθηνᾶν ἔχων σύμμαχον, τουτέστι τὴν φρόνησιν, ἔτρωσεν Ἀφροδίτην τὴν ἀφροσύνην· οὐ μὰ Δία, οὐ θεάν τινα, τὴν δὲ τῶν μαχομένων βαρβάρων ἀλογιστίαν. αὐτὸς μὲν γὰρ, ἅτε διὰ πάσης ἐληλυθὼς πολεμικῆς μαθήσεως καὶ τοῦτο μὲν ἐν Θήβαις, τοῦτο δ’ ἐν Ἰλίῳ δεκαετῆ χρόνον ἐμφρόνως τοῦ μάχεσθαι προϊστάμενος, ἐξ εὐμαροῦς διώκει τοὺς

βαρβάρους· οἱ δ’, ἀναίσθητοι καὶ λογισμῶν ὀλίγα κοινωνοῦντες, ὑπ’ αὐτοῦ διώκονται, καθάπερ
Ὄιες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ.
πολλῶν οὖν φονευομένων, ἀλληγορικῶς Ὅμηρος τὴν βαρβαρικὴν ἀφροσύνην ὑπὸ Διομήδους τετρῶσθαι παρεισήγαγεν.

Ὁμοίως δ’ ὁ Ἄρης οὐδέν ἐστιν ἄλλο πλὴν ὁ πόλεμος, παρὰ τὴν ἀρὴν ὠνομασμένος, ἥπερ ἐστὶ βλάβη. γένοιτο δ’ ἂν ἡμῖν τοῦτο σαφὲς ἐκ τοῦ λέγειν αὐτὸν μαινόμενον τυκτὸν κακὸν, ἀλλοπρόσαλλον ἐπιθέτοις γὰρ ἁρμόζουσι πολέμῳ κέχρηται μᾶλλον ἤ θεῷ· μανίας γάρ εἰσι πλήρεις ἅπαντες οἱ μαχόμενοι, πρὸς τὸν κατ’ ἀλλήλων φόνον ἐνθουσιαστικῶς ζέσαντες· καὶ τὸ ἀλλοπρόσαλλον ἑτέρωθί που διὰ πλειόνων ἐξηγεῖται, λέγων·

Ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα
νεμεσηταὶ γὰρ αἱ πολέμων ἐπ’ ἀμφότερα ῥοπαὶ, καὶ τὸ νικηθὲν οὐδὲ προσαντῆσαν αἰφνιδίως πολλάκις ἐκράτησεν ὥστε, τῆς ἐν ταῖς μάχαις ἀμφιβολίας ἄλλοτε πρὸς ἄλλους μεταφοιτώσης, ἐτύμως κακὸν ἀλλοπρόσαλλον προσείρηκε τὸν πόλεμον. ἐτρώθη δ’ ὑπὸ Διομήδους Ἄρης, οὐ κατ’ ἄλλο τι μέρος, ἀλλὰ
νείατον ἐς κενεῶνα.
σφόδρα πιθανῶς. ἐπὶ γὰρ τὰ κενὰ τῆς μὴ πάνυ φρουρουμένης τῶν ἀντιπάλων τάξεως παρεισελθὼν, εὐμαρῶς ἐτρέψατο τοὺς βαρβάρους. καὶ μὴν χάλκεον λέγει τὸν Ἄρην, τὰς τῶν μαχομένων πανοπλίας ὑποσημαίνων· σπάνιος γὰρ ἦν ὁ σίδηρος ἐν τῷ πάλαι χρόνῳ· τὸ δὲ σύμπαν ἐσκέποντο χαλκῷ. διὰ τοῦτό φησιν·
Ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων, θωρήκων τε νεοσμήκτων.
ἀναβοᾷ δὲ τρωθεὶς,
ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι.
Καὶ τοῦτο δὲ τεκμήριον πολλῶν διωκομένων πολεμίων· οὐ γὰρ ἂν εἷς θεὸς ἀνεβόησε τοσοῦτον, ἀλλ’ ἡ φεύγουσα μυρίανδρος, οἶμαι, τῶν βαρβάρων φάλαγξ. ὥστ’ ἐναργέσι τεκμηρίοις καὶ διὰ τῶν κατὰ μέρος ἐδείξαμεν, οὐ τὸν Ἄρην τετρωμένον ὑπὸ Διομήδους, ἀλλὰ τὸν πόλεμον.

Αὗται δ’ ἐν παρεκβάσει τῶν προτέρων ἀλληγοριῶν, δι’ ὧν καὶ τεχνικωτέραν ἔχουσιν ἐμπειρίαν ἐν οἷς φησί·

Τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ’ Ἐφιάλτης, Παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ.

γεννικοὶ γὰρ οὗτοι καὶ κατ’ ἀλκὴν ἰσχυροὶ νεανίαι

γεγονότες, ἐπειδὴ ταραχῆς καὶ πολέμου μεστὸν ᾔδεσαν τὸν βίον, οὐδεμιᾶς εἰρηνικῆς ἀναπαύσεως μέσης τοὺς παρ’ ἕκαστα κάμνοντας ἀνιείσης, ἰδίοις ὅπλοις ἐκστρατευσάμενοι, τὴν ἐπιπολάζουσαν ἀηδίαν ἀνέστειλαν. ἄχρι μὲν οὖν τρισκαίδεκα μηνῶν ἀκλινής τ’ ἦν καὶ ἀστασίαστος αὐτῶν ὁ οἶκος, ἐν ὁμονοίᾳ τε τὴν εἰρήνην διεστρατήγουν· μητρυιὰ δὲ παρεισπεσοῦσα φιλόνεικος, οἰκίας νόσος, ἀνέτρεψε πάντα καὶ διέφθειρε τὴν πρότερον· εὐστάθειαν· ἐκ δευτέρου δὲ πάλιν, ὁμοίας ταραχῆς ἀναφθείσης, ἔδοξεν ὁ Ἀρης ἀπὸ τοῦ δεσμωτηρίου λελύσθαι [τουτέστιν ὁ πόλεμος].

Ἡρακλέα δὲ νομιστέον οὐκ ἀπὸ σωματικῆς δυνάμεως ἀναχθέντα τοσοῦτον ἰσχῦσαι τοῖς τότε χρόνοις. ἀλλ’ ἀνὴρ ἔμφρων καὶ σοφίας οὐρανίου μύστης γεγονὼς, ὡσπερεὶ κατὰ βαθείας ἀχλύος ὑποδεδυκυῖαν ἐφώτισε τὴν φιλοσοφίαν, καθ’ ἅπερ ὁμολογοῦσι καὶ Στωικῶν

οἱ δοκιμώτατοι. περὶ μὲν οὖν τῶν ἄλλων ἄθλων, ὁπόσοι τῆς παρ’ Ὁμήρῳ μνήμης ὑστεροῦσι, τί δεῖ παρὰ καιρὸν ἐκμηκύνειν φιλοτεχνοῦντας; ὅτι κάπρον μὲν εἷλε, τὴν ἐπιπολάζουσαν ἀνθρώποις ἀκολασίαν, λέοντα δὲ, τὴν ἀκρίτως ὁρμῶσαν ἐφ’ ἃ μὴ δεῖ φορὰν, κατ’ αὐτὸ δὲ θυμοὺς ἀλογίστους πεδήσας, τὸν ὑβριστὴν ταῦρον ἐνομίσθη δεδεκέναι· δειλίαν γε μὴν ἐφυγάδευσεν ἐκ τοῦ βίου, τὴν Κερυνείαν ἔλαφον. καί τις ἀπρεπῶς ὀνομαζόμενος ἆθλος ἐκμεμόχθηται διακαθήραντος αὐτοῦ τὴν πολύχουν κόπρον, ἐπιτρέχουσαν ἀνθρώποις ἀηδίαν. ὄρνις δὲ, τὰς ὑπηνέμους ἐλπίδας, αἱ βόσκουσι τὸν βίον ἡμῶν, ἀπεσκέδασέ τε καὶ τὴν πολυκέφαλον ὕδραν, τὴν ἡδονὴν, ἥτις, ὅταν ἐκκοπῇ, πάλιν ἄρχεται βλαστάνειν, ὥσπερ διὰ πυρός τινος τῆς παραινέσεως ἐξέκαυσεν. αὐτὸς
γε μὴν ὁ τρικέφαλος δειχθεὶς ἡλίῳ κέρβερος εἰκότως ἂν τὴν τριμερῆ φιλοσοφίαν ὑπαινίττοιτο. τὸ μὲν γὰρ αὐτῆς λογικὸν, τὸ δὲ φυσικὸν, τὸ δὲ ἠθικὸν ὀνομάζεται· ταῦτα δ’, ὥσπερ ἀφ’ ἑνὸς αὐχένος ἐκπεφυκότα, τριχῆ πατὰ τὴν κεφαλὴν μερίζεται.

Περὶ μὲν δὴ τῶν ἄλλων, ὥσπερ εἶπον, ἄθλων, ἐν συντόμῳ δεδήλωται. τετρωμένην δ’ Ὅμηρος ὑπεστήσατο τὴν Ἥραν, τοῦτο ἀκριβῶς παραστῆσαι βουλόμενος, ὅτι τὸν θολερὸν ἀέρα, καὶ πρὸ τῆς ἑκάστου διανοίας ἐπαχλύοντα, πρῶτος Ἡρακλῆς, θείῳ χρησάμενος λόγῳ, διώρθρωσε, τὴν ἑκάστου τῶν ἀνθρώπων ἀμαθίαν πολλαῖς νουθεσίαις κατατρώσας. ὅθεν ἀπὸ γῆς εἰς

οὐρανὸν ἀφίησι τὰ τόξα. πᾶς γὰρ ἀνὴρ φιλόσοφος ἐν θνητῷ καὶ ἐπιγείῳ τῷ σώματι πτηνὸν ὥσπερ τι βέλος, τὸν νοῦν, εἰς τὰ μετάρσια διαπέμπεται. τεχνικῶς δὲ προσέθηκεν εἰπὼν· ἰῷ τριγλώχινι βαλών. ἵνα διὰ συντόμου τὴν τριμερῆ φιλοσοφίαν ὑπὸ τοῦ τριγλώχινος ὑποσημήνῃ βέλους. Μεθ’ Ἥραν δὲ τετόξευκε καὶ τὸν Ἅιδην. οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος. ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν, ἵνα μηδὲ τῶν νέρθεν ἀμύητος ᾖ. τὸν οὖν
ἀλαμπῆ καὶ πᾶσιν ἀνθρώποις ἄβατον ᾅδην ὁ τῆς σοφίας οἰστὸς, εὔστοχα βληθεὶς, διευκρίνησεν· ὥσθ’ αἱ Ἡρακλέους χεῖρες ἁγνεύουσι παντὸς Ὀλυμπίου μύσους. ἀρχηγὸς δὲ πάσης σοφίας γενόμενος Ὅμηρος, ἀλληγορικῶς παρέδωκε τοῖς μετ’ αὐτὸν ἀρύσασθαι κατὰ μέρη πάνθ’, ὅσα πρῶτος πεφιλοσόφηκε.

Νομίζουσι τοίνυν ἔνιοι μηδὲ Διόνυσον εἶναι παρ’ Ὁμήρῳ θεόν. ἐπειδήπερ ὑπὸ Λυκούργου διώκεται, καὶ μόλις δοκεῖ σωτηρίας τυχεῖν, Θέτιδος αὐτῷ παραστάσης. τὸ δ’ ἐστὶν οἴνου συγκομιδῆς γεωργικὴ ἀλληγορία, δι’ ὧν φησίν·

Ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας Σεῦε κατ’ ἠγάθεον Νυσήιον· αἱ δ’ ἅμα· πᾶσαι Θύσθλα χαμαὶ κατέχευον, ὑπ’ ἀνδροφόνοιο Λυκούργου Θεινόμεναι βουπλῆγι. Διώνυσος δὲ φοβηθείς Δύσεθ’ ἁλὸς κατὰ κῦμα, Θέτις δ’ ὑπεδέξατο κόλπῳ Δειδιότα.
μαινόμενον μὲν εἴρηκε Διόνυσον ἀντὶ τοῦ οἴνου· ἐπειδήπερ οἱ πλείονι τῷ ποτῷ χρώμενοι τοὺς λογισμοὺς διασφάλλονται. ὥσπερ τὸ δέος, εἰ τύχοι, χλωρὸν λέγει, καὶ πευκεδανὸν τὸν πόλεμον· ἃ γὰρ ἀπ’ αὐτῶν συμβαίνει, ταῦτα ἐκείνοις περιῆψεν, ὅθεν ἄρχεται τὰ πάθη. τιθήνας δὲ νομίζειν δεῖ τὰς ἀμπέλους. Αυκοῦργος δ’, ἀνὴρ εὐαμπέλου λήξεως δεσπότης, μετὰ τὴν ὀπωρινὴν ὥραν, ὅτε συγκομιδὴ τῶν διονυσιακῶν καρπῶν ἐστὶν, ἐπὶ τὴν εὐφορωτάτην ἐξεληλύθει Νύσαν. καὶ μετὰ τοῦτο, ἔτι δρεπομένων τῶν βοτρύων φησί· Διώνυσος δὲ φοβηθείς· ἐπειδήπερ ὁ μὲν φόβος εἴωθε τρέπειν τὴν διάνοιαν. ὁ δὲ τῆς σταφυλῆς καρπὸς τρέπεται θλιβόμενος εἰς οἶνον. ἔθος γε μὴν τοῖς πολλοῖς, ἐπὶ φυλακῇ τοῦ διαμένειν ἀκλινῆ τὸν καρπὸν, ἐπικιρνάναι θαλαττίῳ ὕδατι· παρὰ τοῦτο ὁ Διόνυσος
Δύσεθ’ ἁλὸς κατὰ κῦμα.

Θέτις δ’ ὑπεδέξατο κόλπῳ, ἡ τελευταία μετὰ τὴν ἀπόθλιψιν τοῦ καρποῦ θέσις. αὕτη γὰρ ἐσχάτη δέχεται τὸν οἶνον· δειδιότα δὲ, διὰ τὸν ἐν ἀρχῇ τοῦ νεοθλιβοῦς γλεύκους παλμὸν, καὶ τὴν μεθαρμόζουσαν ὁρμήν· δέος εἶπε γὰρ τὸν τρόμον. οὕτως Ὅμηρος οὐ φιλοσοφεῖν μόνον ἀλληγορικῶς, ἀλλὰ καὶ γεωργεῖν ἐπίσταται.

Φυσικῆς δ’ ἅπτεται θεωρίας καὶ ὅταν ὁ Ζεὺς, εἰς τὸ αὐτὸ συναθροίσας τοὺς θεοὺς ἅπαντας, ἄρχηται τῶν μεγάλων ἀπειλῶν, καθήμενος

Ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
πρῶτος ἕστηκεν αὐτός· ἐπειδὴ τὴν ἀνωτάτω τάξιν, ὥσπερ ἐδηλοῦμεν, ἡ αἰθεριώδης ἐπέχει φύσις. σειρὰν δ’ ἀπήρτησεν
ἀπὸ τοῦ αἰθέρος ἐπὶ πάντα χρυσῆν. οἱ γὰρ δεινοὶ τῶν φιλοσόφων περὶ ταῦτα, ἀνάμματα πυρὸς εἶναι τὰς τῶν ἀστέρων περιόδους νομίζουσι· τὸ δὲ σφαιρικὸν ἡμῖν τοῦ κόσμου σχῆμα δι’ ἑνὸς ἐμέτρησε στίχου·
Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης.
μεσαιτάτη γὰρ ἁπάντων ἑστία τις οὖσα, καὶ δύναμιν κέντρου ἐπέχουσα, καθίδρυται βεβαίως ἡ γῆ πᾶσα. κύκλῳ δ’ ὑπὲρ αὐτὴν ὁ οὐρανὸς, ἀπαύστοις περιφοραῖς εἱλούμενος, ἀπ’ ἀνατολῆς εἰς δύσιν τὸν ἀεὶ δρόμον ἐλαύνει. συγκαθέλκεται δ’ ἡ τῶν ἀπλανῶν σφαῖρα. πᾶσαί γε μὴν αἱ ἀπὸ τοῦ περιέχοντος ἄνω καὶ κάτω κύκλου φορούμεναι πρὸς τὸ κέντρον εὐθεῖαι, κατ’ ἀναγωγάς εἰσιν ἀλλήλαις ἴσαι. διὰ τοῦτο γεωμετρικῇ θεωρίᾳ
τὸ σφαιρικὸν σχῆμα διεμέτρησεν, εἰπών·
Τόσσον ἔνερθ’ ἀίδεω, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης,

Ἔνιοι δ’ εἰσὶν οὕτως ἀμαθεῖς, ὥστ’ αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισε, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα·

Καὶ γάρ τε Αιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, Χωλαί τε, ῥυσαί τε, παραβλῶπές τ’ ὀφθαλμώ.
ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσέρχονται, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὔτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλ’ ὀπίσω τὰς τῶν ὀμμάτων
βολὰς ἀποστρέφουσι· καὶ μὴν ἔν γε τοῖς πρώτοις οὐδὲν γεγηθὸς τῶν ἱκετευόντων ἡ διάνοια περιτίθησιν ἔρευθος, ἀλλ’ ὠχροὶ καὶ κατηφεῖς, διὰ πρώτης τῆς ὄψεως ἐκκαλούμενοι τὸν ἔλεον. ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο,
Χωλούς τε ῥυσούς τε, παραβλῶπάς τ’ ὀφθαλμώ,
τοὒμπαλιν δὲ τὴν Ἄτην, σθεναράν τε καὶ ἀρτίπουν. κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον, ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως, δρομὰς ὣς, ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος Ὅμηρός
ἐστιν, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.

Οἶμαι δ’ ἔγωγε καὶ τὸ ἑλληνικὸν τεῖχος, ὃ πρὸς καιρὸν ἔρυμα τῆς ἰδίας ἀσφαλείας ἐπύργωσαν, οὐχ ὑπὸ τοῦ συμμάχου καθῃρῆσθαι Ποσειδῶνος, ἀλλ’ ὡς ὑετοῦ δαψιλοῦς γενομένου, καὶ τῶν ἀπ’ Ἴδης ποταμῶν πλημμυράντων, συνέβη κατερειφθῆναι. ὅθεν ἐπώνυμος τοῦ πάθους γέγονεν ὁ τῆς ὑγρᾶς φύσεως προστάτης Ποσειδῶν. εἰκὸς δὲ καὶ σεισμοῖς διατιναχθὲν ὑπονοστῆσαι τὸ κατασκεύασμα· δοκεῖ δ’ ὁ Ποσειδῶν ἐννοσίγαιος καὶ σεισίχθων εἶναι, τοῖς τοιούτοις τῶν παθημάτων ἐπιγραφόμενος. ἀμέλει φησίν·

Αὐτὸς δ’ Ἐννοσίγαιος, ἔχων χείρεσσι τρίαιναν, ἡγεῖτ’· ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,
σεισμοῦ τινος φορᾷ διαδονήσας ἐκ βάθρων τὰ τοῦ τείχους θεμέλια, δοκεῖ δέ μοι, λεπτῶς ἐξετάζοντι τὰ τοιαῦτα, μηδὲ τὸ κατὰ τὴν τρίαιναν ἀφιλοσόφητον εἶναι,
δι’ ἦς ὑφίσταται τοὺς λίθους ἀναμεμοχλεῦσθαι τοῦ τείχους. τὰ γάρ τοι σεισμῶν διαφέροντα τοῖς παθήμασιν οἱ φυσικοὶ λέγουσιν εἶναι, ὅσον καί τινας ἰδίους χαρακτῆρας ὀνομάτων ἐπιγράφουσιν αὐτοῖς, βρασματίαν τινὰ καὶ χασματίαν καὶ κλιματίαν προσαγορεύοντες. τριπλαῖς οὖν καθώπλισεν ἀκμαῖς τὸν τῶν σεισμῶν αἴτιον θεὸν· ἀμέλει; πρὸς βραχὺ κινηθέντος αὐτοῦ,
Τρέμε δ’ οὔρεα μακρὰ καὶ ὕλη,
τὸ τῶν σεισμῶν ἰδίωμα τοῦ ποιητοῦ διασημήναντος ἡμῖν.

Ἔτι τοίνυν πολλήν τινα χλεύην, καὶ μακρὸν ἡγοῦνται καταγέλων, τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν

Ἴδῃ, καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένην εὐνήν. ἐν ᾖ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι δεδούλωται Ζεὺς, ἔρωτι καὶ ὕπνῳ. νομίζω τοίνυν ἔγωγε, αὐτὰ ταῦτα δι’ ἀλληγορίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθ’ ἥν ἅπαντα φυτὰ καὶ πᾶσα ἐκ γῆς ἀνίεται χλόη, τοῦ παγετώδους ἡσυχῇ λυομένου κρύους. ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα στυγνὸν ἀπὸ τοῦ χειμῶνος ἔτι καὶ κατηφῆ, καὶ διὰ τοῦτο, οἶμαι, πιθανῶς αὐτῆς στυγερὸς ἔπλετο θυμός· μετὰ μικρὸν δ’, ἀποκρουσαμένη τὸ συννεφὲς τῆς ἀηδίας
Λὐματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ, Ἀμβροσίῳ, ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
ἡ λιπαρὰ καὶ γόνιμος ὥρα μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τούτῳ τῷ χρίσματι τῆς Ἥρας [ἀλειψαμένης]. τοὺς τε πλοκάμους φησιν αὐτὴν ἀναπλέξασθαι
καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο,
τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξησιν, ἐπειδὴ δένδρον ἅπαν κομᾷ, καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀπαρτᾶται τὰ φύλλα. δίδωσι δ’ ἐγκόλπιον τῷ ἔαρι καὶ τὸν κεστὸν ἱμάντα,
ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ἵμερος, ἐν δ’ ὀαριστύς,
ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρᾳ τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος. οὔτε γὰρ λίαν ὑπὸ τοῦ κρύους πεπήγαμεν, οὔτ’ ἄγαν θαλπόμεθα. μεταίχμιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦτον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι. διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται Ζεὺς, ἐν ἡ
δι’ ἠέρος αἰθέρ’ ἵκανεν.
ἔνθα δὲ κίρναται, καθ’ ἕν ἀναμιχθεὶς, ὁ ἀὴρ τῷ αἰθέρι. ἐμφαντικῶς οὖν τοῖς ὀνόμασιν εἶπεν·
Ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.
ἐναγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα, τῆς δὲ συνόδου καὶ κράσεως αὐτῶν τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν ὥραν·
Τοῖσι δ’ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην Λωτόν θ’ ἑρσήεντα, ἰδὲ κρόκον, ἠδ’ ὑάκινθον, Πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ’ ἔεργεν.
ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερίων παγετῶν ἡ (γῆ) στερίφη καὶ μεμυκυῖα πηγὰς ὡς κυοφορουμένας ἔνδον ὠδῖνας ἐκφήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο, τὸν λωτὸν εἶπεν ἑρσήεντα, τὸν δροσερὸν, τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν τὸν καιρόν.
ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν, χρυσείην· στιλπναὶ δ’ ἀπέπιπτον ἔερσαι.
τίς ἀγνοεῖ τοῦθ’, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται· τοῦ δ’ ἀέρος ὑποσχίζοντος, ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται, ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει· τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος ὁ τῆς ἐαρινῆς ὥρας δημιουργὸς Ὅμηρος ἐδήλωσεν.

Ἀλλ’ ἐφεξῆς ἡ τῶν ἐπιφυομένων αὐτῷ τόλμα τοὺς Ἥρας δεσμοὺς αἰτιᾶται, καὶ νομίζουσιν ὕλην τινὰ δαψιλῇ τῆς ἀθέου πρὸς Ὅμηρον ἔχειν μανίας·

ἦ οὐ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον· σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω.
λέληθε δ’ αὐτοὺς, ὅτι τούτοις τοῖς ἔπεσιν ἡ τοῦ παντὸς ἐκτεθεολόγηται γένεσις, καὶ τὰ συνεχῶς ᾀδόμενα τέτταρα στοιχεῖα· τούτων τῶν στίχων ἐστὶ τάξις, καθάπερ ἤδη μοι λέλεκται· πρῶτος αἰθὴρ, καὶ μετὰ τοῦτον ἀὴρ, εἶθ’ ὕδωρ τε καὶ γῆ τελευταία, τὰ πάντων δημιουργὰ στοιχεῖα. ταῦτα δ’ ἀλλήλοις ἐπικιρνάμενα ζῳογονεῖται καὶ τῶν ἀψύχων ἀρχέγονα καθίσταται. Ζεὺς τοίνυν ὁ πρῶτος τὸν ἑαυτοῦ ἀέρα κατήρτηκε.
στερεοὶ δ’ ἄκμονες ὑπὸ ταῖς ἐσχάταις ἀέρος βάσεσιν, ὕδωρ τε καὶ γῆ, καὶ τοῦθ’ ὅτι τοιοῦτόν ἐστιν, ἐφ’ ἑκάστης λέξεως, εἴ τις ἀκριβῶς ἐθέλοι σκοπεῖν τἀληθές, εὑρήσει. Ἦ οὺ μέμνῃ, ὅτε τ’ ἐκρέμω ὑψόθεν. ἀπὸ γὰρ τῶν ἀνωτάτω καὶ μετεώρων τόπων φησὶν αὐτὴν ἀπηρτῆσθαι. περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον, ἄρρηκτον. τί τοῦτο τὸ καινὸν αἴνιγμα τῆς κολακευούσης τιμωρίας; πῶς ὀργιζόμενος ὁ Ζεὺς πολυτελεῖ δεσμῷ τὴν κολαζομένην ἠμύνατο, χρυσοῦν ἀντὶ τοῦ κραταιοτέρου σιδήρου τὸν δεσμὸν ἐπινοήσας; ἀλλ’ ἔοικε τὸ μεταίχμιον αἰθέρος τε καὶ ἀέρος χρυσῷ μάλιστα τὴν χρόαν ἐμφερὲς εἶναι· πάνυ δὴ πιθανῶς, καθ’ ὃ μέρος ἀλλήλοις ἐπισυνάπτουσι, λήγων μὲν ὁ αἰθὴρ, ἀρχόμενος δὲ μετ’ ἐκεῖνον ὁ ἀὴρ, χρυσοῦν ὑπεστήσατο δεσμόν, ἐπιφέρει γοῦν· Σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω,. τὸν ἄχρι νεφῶν τόπον ὁρίσας μέτρον ἀέρος. ἐκ δὲ τῶν τελευταίων μερῶν τοῦ ἀέρος, ἃ καλεῖ τοὺς πόδας, ἀπήρτησε στιβαρὰ βρίθη, γῆν τε καὶ ὕδωρ·
ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω. πῶς ἂν οὖν εἶπεδεσομὸν ἄρρηκτον, αὐτίκα τῆς Ἥρας λυθείσης, εἴγε τῷ μύθῳ προσεκτέον; ἀλλ’ ἐπειδήπερ ἡ τῶν ὅλων ἁρμονία δεσμοῖς ἀρραγέσι συνωχύρωται, καὶ δυσχερὴς ἡ τοῦ παντὸς εἰς τἀναντία μεταβολὴ, τὸ μὴ δυνηθὲν ἂν διαζευχθῆναί ποτε, κυρίως ὠνόμασεν ἄρρηκτον.