Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[194] — — 90 Δ—ου. φαύλων ὁμιλίη συνεχὴς ἕξιν κακίης συναύξει.

[201 N.] — — 94 Δ—ου. κρέσσονές εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτος. Vgl. A 17.

[212 N.] — — 33, 9 Δ—ου. ὁμοφροσύνη φιλίην ποιεῖ.

[18 N.]— (flor.) III t. 1, 27 Hense [vgl. B 36] Δημοκρίτου. ἀνθρώποις ἁρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λόγον ποιεῖσθαι· ψυχῆς μὲν γὰρ τελεότης σκήνεος μοχθηρίην ὀρθοῖ, σκήνεος δὲ ἰσχὺς ἄνευ λογισμοῦ ψυχὴν οὐδέν τι ἀμείνω τίθησιν.

[45 N.] — — 1,45 Δ—ου = B 47.

[2 N.] — — 1, 46 ὅρος συμφόρων καὶ ἀσυμφόρων τέρψις καὶ ἀτερψίη. Vgl. B 4.

[7 N.] — — 47 ἄριστον ἀνθρώπῳ τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι. τοῦτο δ’ ἂν εἴη, εἴ τις μὴ ἐπὶ τοῖς θνητοῖσι τὰς ἡδονὰς ποιοῖτο.

[107 N.]STOB. III 1, 91 Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέον.

[45 Ν.] — — 95 = B 41.

[52 N.] — — 210 Δ—ου. ἀνθρώποισι γὰρ εὐθυμίη γίνεται μετριότητι τέρψιος καὶ βίου συμμετρίῃ· τὰ δ’ ἐλλείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλας κινήσιας ἐμποιεῖν τῇ ψυχῇ. αἱ δ’ ἐκ μεγάλων διαστημάτων κινούμεναι τῶν ψυχέων οὔτε εὐσταθέες εἰσὶν οὔτε εὔθυμοι. ἐπὶ τοῖς δυνατοῖς οὖν δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρεοῦσιν ἀρκέεσθαι τῶν μὲν ζηλουμένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῇ διανοίᾳ μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρεόντων τοὺς βίους θεωρέειν, ἐννοούμενον ἃ πάσχουσι κάρτα, ὅκως ἂν τὰ παρεόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται, καὶ μηκέτι πλειόνων ἐπιθυμέοντι συμβαίνῃ κακοπαθεῖν τῇ ψυχῇ . ὁ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζομένους ὑπὸ τῶν ἄλλων ἀνθρώπων καὶ τῇ μνήμῃ πᾶσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαινουργεῖν ἀναγκάζεται καὶ

ἐπιβάλλεσθαι δ’ ἐπιθυμίην τοῦ τι πρήσσεν ἀνήκεστον ὧν νόμοι κωλύουσιν. διόπερ τὰ μὲν μὴ δίζεσθαι χρεών, ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρεών, παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλότερον πρησσόντων καὶ μακαρίζειν ἑωυτὸν ἐνθυμεύμενον ἃ πάσχουσιν, ὁκόσῳ αὐτέων βέλτιον πρήσσει τε καὶ διάγει. ταύτης γ’ ἄρ’ ἐχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κῆρας ἐν τῷ βίῳ διώσεαι, φθόνον καὶ ζῆλον καὶ δυσμενίην.

[115 N.] — 2, 36 Δ—ου. ἔστι ῥάιδιον μὲν ἐπαινεῖν ἃ μὴ χρὴ καὶ ψέγειν, ἑκάτερον δὲ πονηροῦ τινος ἤθους.

[153 N.] — 3, 43 Δ—ου. φρονήσιος ἔργον μέλλουσαν ἀδικίην φυλάξασθαι, ἀναλγησίης δὲ τὸ γενομένην μὴ ἀμύνασθαι.

[36 N.] — — 46 Δ—ου. αἱ μεγάλαι τέρψεις ἀπὸ τοῦ θεᾶσθαι τὰ καλὰ τῶν ἔργων γίνονται.

[172 N.] — 4, 69 Δ—ου. εἴδωλα ἐσθῆτι καὶ κόσμῳ διαπρεπέα πρὸς θεωρίην, ἀλλὰ καρδίης κενεά.

[100 N.]STOB. III 4, 70 λήθη τῶν ἰδίων κακῶν θρασύτητα γεννᾶι.

[33 N.] — — 71 ἀνοήμονες ῥυσμοῦνται τοῖς τῆς τύχης κέρδεσιν, οἱ δὲ τῶν τοιῶνδε δαήμονες τοῖς τῆς σοφίης.

[20 N.] — — 72 τὸ χρήιζον οἶδεν, ὁκόσον χρήιζει, ὁ δὲ χρηίζων οὐ γινώσκει.

[96 N.] — — 73 ἀνοήμονες τὸ ζῆν ὡς στυγέοντες ζῆν ἐθέλουσι δείματι ἀίδεω.

[93 N.] — — 74 ἀνοήμονες βιοῦσιν οὐ τερπόμενοι βιοτῇ .

[94 N.] — — 75 ἀνοήμονες δηναιότητος ὀρέγονται οὐ τερπόμενοι δηναιότητι.

[60 N.] — — 76 ἀνοήμονες τῶν ἀπεόντων ὀρέγονται, τὰ δὲ παρεόντα καί〈περ τῶν〉 παρῳχημένων κερδαλεώτερα ἐόντα ἀμαλδύνουσιν.

[97 N.] — — 77 ἄνθρωποι τὸν θάνατον φεύγοντες διώκουσιν.