Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

— VII 116 παλαιὰ ... δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά ... (117) ἀλλ’ ὁ μὲν Δ. ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. καὶ γὰρ ζῶια, φησίν, ὁμογενέσι ζώιοις συναγελάζεται ὡς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων ὡσαύτως. 〈ὣς〉 δὲ καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν, ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος. ἀλλ’ ὁ μὲν Δ. οὕτως. [Vgl. A 128].

— VII 265 Δ. δὲ ὁ τῇ Διὸς φωνῇ παρεικαζόμενος καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων [Anfang d. Μικρὸς διάκοσμος?] ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν [den Begriff ἄνθρωπος] ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως οὐδὲν ἴσχυσεν εἰπών· ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν. CIC. Ac. pr. II 23. 73 quid loquar de Democrito? quem cum eo conferre possumus non modo ingenii magnitudine, sed etiam animi? qui ita sit ausus ordiri haec loquor de universis. nihil excipit de quo non profiteatur, quid enim esse potest extra universa? ... atque is non hoc dicit quod nos qui veri esse

aliquid non negamus, percipi posse negamus: ille esse verum plane negat sensusque idem non obscuros dicit, sed tenebricosos [wohl σκοτίας vgl. B 11]: sic enim appellat eos. Vgl. ARIST. de partt. anim. A 1. 640b 29 εἰ μὲν οὖν τῷ σχήματι καὶ τῷ χρώματι ἕκαστον ἔστι τῶν τε ζώιων καὶ τῶν μορίων, ὀρθῶς ἂν Δ. λέγοι· φαίνεται γὰρ οὕτως ὑπολαβεῖν. φησὶ γοῦν παντὶ δῆλον εἶναι οἷόν τι τὴν μορφήν ἐστιν ὁ ἄνθρωπος, ὡς ὄντος αὐτοῦ τῶ τε σχήματι καὶ τῷ χρώματι γνωρίμου. καίτοι καὶ ὁ τεθνεὼς ἔχει τὴν αὐτὴν τοῦ σχήματος μορφήν, ἀλλ’ ὅμως οὐκ ἔστιν ἄνθρωπος. EPICUR. fr. 310 [Sext. VII 267] ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας.

λέγω τάδε περὶ τῶν ξυμπάντων... ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν.

SEXT. adv. math. IX 19 Δ. δὲ εἴδωλά τινά φησιν ἐμπελάζειν τοῖς ἀνθρώποις καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιὰ τὰ δὲ κακοποιά· ἔνθεν καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλων. εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ τοῦ ἄφθαρτον φύσιν ἔχοντος. Vgl. A 75.

SIMPL. phys. 327, 24 [s. A 67 II 28, 38] δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων εἰδέων.

— — 1318, 34 [= A 58 II 27, 5] ταῦτα [die Atome] γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν ... περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά.

[192 N.]STOBAEUS II (ecl. eth.) 1, 12 Wachsm. Δ—ου. μὴ πάντα ἐπίστασθαι προθυμέο, μὴ πάντων ἀμαθὴς γένῃ.

[104 N.]— 4, 12 = B 51.

[9 N.]— 7, 3i [s. A 167] εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονίη.

[10. 11 N.]— — [nach B 170] εὐδαιμονίη οὐκ ἐν βοσκήμασιν οἰκεῖ οὐδὲ ἐν χρυσῶι· ψυχὴ οἰκητήριον δαίμονος.

[26 N.]— 9, 1 Δ—ου. ἀφ’ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν.

[25 N.]— — 2 [vgl. III 4, 51] τοῦ αὐτοῦ. ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύεται, ἐπήν τις τἀγαθὰ μὴ’ πιστῆται ποδηγετεῖν μηδὲ ὀχεῖν εὐφόρως. οὐ δίκαιον ἐν κακοῖσι τὰ τοιάδε κρίνειν, ἀλλ’ ἐν ἀγαθοῖσιν ὦν· τοῖς τε ἀγαθοῖσιν οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακά, εἴ τινι βουλομένῳ, ἀλκῇ.

[47 N.]STOBAEUS II 9, 3 ὁ μὲν εὔθυμος εἰς ἔργα αἰεὶ φερόμενος δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρωται καὶ ἀνακηδής ἐστιν· ὃς δ’ ἂν καὶ δίκης ἀλογῇ καὶ τὰ χρὴ ἐόντα μὴ ἔρδῃ, τούτῳ πάντα τὰ τοιαῦτα ἀτερπείη, ὅταν τευ ἀναμνησθῇ , καὶ δέδοικε καὶ ἑωυτὸν κακίζει.

[24 N.] — — 4 οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν. πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα, τάδε δ’ οὔ〈τε〉 πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦνται, ἀλλ’ αὐτοὶ τοῖσδεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνην.

[64 N.] — — 5 τύχη μεγαλόδωρος, ἀλλ’ ἀβέβαιος, φύσις δὲ αὐτάρκης· διόπερ νικᾶι τῷ ἥσσονι καὶ βεβαίῳ τὸ μεῖζον τῆς ἐλπίδος.

[122 N.] — 15, 33 πόλλοι δρῶντες ... ἀσκέουσιν = B 53.

[121 N.] — — 36 = B 55.

[124 N.] — — 40 Δ—ου. οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφημίῃ λυμαίνεται.

[198 N.] — — 31, 56 Δ—ου. πάντων κάκιστον ἡ εὐπετείη παιδεῦσαι τὴν νεότητα· αὕτη γάρ ἐστιν ἣ τίκτει τὰς ἡδονὰς ταύτας, ἐξ ὧν ἡ κακότης γίνεται.

[197 N.] — — 57 τοῦ αὐτοῦ. ἔξω τί κως ἢ πονεῖν παῖδες ἀνιέντες οὔτε γράμματ’ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην οὐδ’ ὅπερ μάλιστα τὴν ἀρετὴν συνέχει, τὸ αἰδεῖσθαι· μάλα γὰρ ἐκ τούτων φιλεῖ γίγνεσθαι ἡ αἰδώς.

[183 N.] — — 58 τοῦ αὐτοῦ. ἡ παιδεία εὐτυχοῦσι μέν ἐστι κόσμος, ἀτυχοῦσι δὲ καταφύγιον [Lemma zweifelh., vgl. Aristoteles b. Stob. II 31, 35.]

[44 N.] — — 59 τοῦ αὐτοῦ. κρείσσων ἐπ’ ἀρετὴν φανεῖται προτροπῇ χρώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμῳ

καὶ ἀνάγκῃ. λάθρῃ μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰργμένον ἀδικίης ὑπὸ νόμου, τὸν δὲ ἐς τὸ δέον ἠγμένον πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρῃ οὔτε φανερῶς ἔρδειν τι πλημμελές. διόπερ συνέσει τε καὶ ἐπιστήμῃ ὀρθοπραγέων τις ἀνδρεῖος ἅμα καὶ εὐθύγνωμος γίγνεται.

[187 N.]STOB. II 31, 65 Δ—ου = B 33.

[189 N.] — — 66 τοῦ αὐτοῦ. τὰ μὲν καλὰ χρήματα τοῖς πόνοις ἡ μάθησις ἐξεργάζεται, τὰ δ’ αἰσχρὰ ἄνευ πόνων αὐτόματα καρποῦται. καὶ γὰρ οὖν οὐκ ἐθέλοντα πολλάκις ἐξείργει τοιοῦτον εἶναι ὅτῳ μεγάλη ἐστὶ τῇ φύσι κακεστώ.

[188 N.] — — 71 = B 59.

[185 N.] — — 72 τοῦ αὐτοῦ. ἔστι που νέων ξύνεσις

καὶ γερόντων ἀξυνεσίη· χρόνος γὰρ οὐ διδάσκει φρονεῖν, ἀλλ’ ὡραίη τροφὴ καὶ φύσις.

[108 N.] — — 73 = B 85.