Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[105 N.]PLUT. de puer. ed. 14 p. 9 F [vgl. ob. II 11, 30] λόγος γὰρ ἔργου σκιή, κατὰ Δημόκριτον.

[13 N.]PLUT. de prof. in virt. 10 p. 81 Bdurch Enthaltsamkeit zeigt man τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῷ καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέρψιας ἐθιζόμενσον λαμβάνειν.

[23 N.]— de sanit. praec. 14 p. 129 A ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῷ μαργαινούσαις, ὡς ἔφη Δ., ἐπιμελῶς προσέχειν σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν μηδὲ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῷ γενησομένου καὶ μέλλοντος. CLEM. protr. 10, 92, 4 (I 68, 7 St.) οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους τὰ ἡδονῆς ῥεύματα καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρῳ μᾶλλον ἢ καθαρῷ ὕδατι [vgl. 12 B 13. 37] καὶ ἐπὶ φορυτῷ μαργαίνουσιν κατὰ Δημόκριτον. Vgl. [THEOPHR.] de sign. 49 καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν σύες περὶ φορυτοῦ μάχωνται καὶ φύρωσιν. ARAT. 1123 σύες φορυτῷ ἔπι μαργαίνουσαι.

σύες ἐπὶ φορυτῷ μαργαίνουσιν.

— de amore prol. 3 p. 495 E ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης (ὁ γὰρ ὀμφαλὸς πρῶτον ἐν μήτρῃσιν, ὥς φησι Δ., ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι) [καὶ] τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις κτλ. Vgl. de fort. Rom. 2. 317 A.

[49 N.]— animine an corp. aff. 2 p. 500 D λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τε ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ

πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δ., οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν.

[109 N.]— quaest. conv. I 1, 5 p. 614 D E οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον. Vgl. STRAB. I p. 65 C. p. 85, 31 M; CLEM. Strom. I 22 [II 14, 25 St.]

[230 N.]— — II 10, 2 p. 643 F ἐν γὰρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν, ὥς φησιν ὁ Δ.

— — IV 2, 4 p. 665 F τὸ κεραύνιον πῦρ ἀκριβείαι καὶ λεπτότητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν, ὥς φησι Δ., 〈οἷον μὴ τὸ〉 παρ’ αἰθρίης στέγειν 〈εὐαγὲς〉 σέλας.

— — VIII 10, 2 = A 77.

[150 N.]— reip. ger. praec. 28 p. 821 A τήν γ’ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίαι καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δ. PHILOD. de adulat. pap. 1457 c. 10 [Crönert Kolot. S. 130] μᾶλλον δὲ καὶ τοῖς ἰδιώταις ἄνευ τῆς τοιαύτης ἀρεσκείας ὁρᾶται κατακτώμενα. Δημόκριτον μέντοι Νικασικράτης ἐπαινῶν κακίζοντα ἐπὶ 〈τῶι〉 τοῖς πέ[λ]α[ς] ἁνδάνειν

ὡς ζη[μιώδη] τὴν ἀρέσκειαν οὐκ οἶδ’ ὅπως ὁμολογεῖ τοῖς περὶ τὸν Ἐπίκουρον.

PLUT. de sollert. anim. 20 p. 974 A γελοῖοι δ’ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῶια σεμνύνοντες, ὧν ὁ Δ. ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς· ἀράχνης ἐν. ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίαι, καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ὠιδῇ κατὰ μίμησιν.

— de commun. not. 39 p. 1079 E ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε [Chrysippos] Δημοκρίτῳ διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς· εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδῳ, τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανείας, ἴσας ἢ ἀνίσους γιγνομένας; ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητας, ἴσων δ’ οὐσῶν ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνος, ἐξ ἴσων

συγκείμενος καὶ οὐκ ἀνίσων κύκλων, ὅπερ ἐστὶν ἀτοπώτατον.

— adv. Colot. 4 p. 1108 F ἐγκαλεῖ δ’ αὐτῷ [Kolotes dem Demokr.] πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον. ἀλλὰ τοσοῦτόν γε Δ. ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόραι τῷ σοφιστῇ τοῦτο εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδ’ ὄναρ ἐντυχὼν ὁ Κολώτης ἐσφάλη περὶ λέξιν τοῦ ἀνδρός, ἐν ἧι διορίζεται μὴ μᾶλλον τὸ δὲν ἢ τὸ μηδὲν εἶναι, δὲν μὲν ὀνομάζων τὸ σῶμα, μηδὲν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος.

[133 N.]— — 32 p. 1126 A ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δ’ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δ. μὲν παραινεῖ τήν τε πολιτικὴν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκειν, ἀφ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίνονται τοῖς ἀνθρώποις. Vgl. 1100 C.

[129 N.]— de lat. viv. 5 p. 1129 B ὁ ἥλιος ἀνασχών ... συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δ. νέα ἐφ’ ἡμέρῃ φρονέοντες ἄνθρωποι τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται. Vgl. qu. conv. III 6, 4 p. 655 D. VIII 3, 5 p. 722 D und 12 B 6.

[22 N.]— fragm. de libid. et aegr. 2 ἔοικε παλαιά τις αὕτη τῷ σώματι διαδικασία πρὸς τὴν ψυχὴν περὶ τῶν παθῶν εἶναι. καὶ

Δ. μὲν ἐπὶ τὴν ψυχὴν ἀναφέρων 〈τὴν αἰτίαν τῆς〉 κακοδαιμον〈ίας〉 φησίν· εἰ τοῦ σώματος αὐτῇ δίκην λαχόντος, παρὰ πάντα τὸν βίον ὧν ὠδύνηται 〈καὶ〉 κακῶς πέπονθεν, αὐτὸς γένοιτο τοῦ ἐγκλήματος δι〈καστής〉, ἡδέως ἂν καταψηφίσασθαι τῆς ψυχῆς, ἐφ’ οἷς τὰ μὲν ἀπώλεσε τοῦ σώματος ταῖς ἀμελείαις καὶ ἐξέλυσε ταῖς μέθαις, τὰ δὲ κατέφθειρε καὶ διέσπασε ταῖς φιληδονίαις, ὥσπερ ὀργάνου τινὸς ἢ σκεύους κακῶς ἔχοντος τὸν χρώμενον ἀφειδῶς αἰτιασάμενος. Vgl. de sanit. praec. 24 p. 135 E ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον εἰπεῖν, ὡς εἰ τὸ σῶμα δικάσαιτο τῇ ψυχῇ κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν.

PORPHYR. de abst. IV 21 τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δ. ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρόνον ἀποθνήισκειν.

SCHOL. in APOLL. RHOD. Γ 533 τὸ παλαιὸν ὤιοντο αἱ φαρμακίδες τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν.

— in HOM. AB zu N 137 Δ. δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ.

SEXT. adv. math. VII 53 Ξενιάδης δὲ ὁ Κορίνθιος, οὗ καὶ Δ. μέμνηται. Vgl. c. 75.