Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύματος, ὕδατος δὲ ⟨μετρίου⟩ καὶ γῆς ἴσης, ταῦτα

ἀπηνθρώπισται· καὶ τῴ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη. ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνει δὲ [κατὰ] ⟨διὰ⟩ πάντων [καὶ ἐπίσταται].

ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, [μετρίου δὲ] ⟨⟨ὀλίγου δὲ⟩⟩ πνεύματος καὶ [[ὀλίγου δὲ]] πυρός, ταῦτα ⟨ἀπο⟩τεθηρίωται· τῇ δὲ τοῦ θερμοῦ παρ[ι]ουσίᾳ ἀλκιμώτερα γέγονε τῶν ἄλλων.

ὅσα δὲ γῆς ⟨μὲν⟩ καὶ ὕδατος [ἴσων] ⟨πλείονος⟩ κεκοινώνηκε, ⟨πνεύματος δὲ μετρίου, πυρὸς δὲ οὐδενός,⟩ ταῦτα φuρηπ⟨έτ⟩ωται· καὶ τῇ ⟨μὲν⟩ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρρησίαστα, τῇ δὲ τοῦ ὕδατος [[κοινωνίᾳ]] ⟨περιουσίᾳ⟩ [ψ] ὑΓρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος ⟨⟨κοινωνίᾳ⟩⟩ ⎡εὐκίνητα εἰ προαιρέσει τὸ κινεῖσθαι⎤.

ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ⟨πυρὸς δὲ καὶ πνεύματος οὐδενός,⟩ ταῦτα ἀπιχθύωται· καὶ τῇ μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ ⟨κατ⟩αδυτ⟨ικ⟩ά, τῆ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρ[ι]ουσίᾳ ἐν ⎡λελυμένῃ γῇ καὶ⎤ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ.

⎡καὶ πρὸς μὲν τὴν τοῦ ἑκάστου στοιχείου μοῖραν καὶ τῆς μοίρας τὴν περιοχὴν καὶ τὰ σώματα ἡλικιάζεται καὶ πρὸς τὴν ὀλιγομετρίαν τὰ λοιπὰ ζῷα μεμετροποίηται πρὸς ἐνέργειαν τὴν ἑκάστῳ τῶν στοιχείων οὐσιομετρίας⎤·

καὶ ἔτι ⟨τόδε⟩, ὦ παῖ περιπόθητε, λέγω, ὅτι [ἐκ ταύτης τῆς οὕτω συστάσεως] [ἡ κατὰ τὴν πρώτην σύνοδον γενομένη κρᾶσις καὶ ὁ ἐκ ταύτης ἀναθυμιώμενος ἀτμός] ἐφ᾽ ὅσον ⟨μὲν τὸ φύραμα⟩ τὴν ἰδίαν τηρεῖ ποιότητα, ὥστε τὸ μὲν [θερμὸν] ⟨πῦρ⟩ ἕτερον μὴ λαβεῖν θερμόν, [καὶ] ⟨μηδὲ⟩ τὸ [[ἀερῶδες]] πνεῦμα ἕτερον ⟨⟨ἀερῶδες⟩⟩, μηδὲ τὸ ὑγρὸν ἑτέραν ὙΓρασίαν, μηδὲ τὸ γεῶδες ἑτέραν πυκνότητα, τὸ τηνικαῦτα τὸ ζῷον ὑγιαίνει· ἐπὰν [γὰρ] ⟨δὲ⟩ μὴ οὕτως μένῃ, ὦ τέκνον, ἐφ᾽ οἷς ἔσχεν ἐξ ἀρχῆς μέτροις, ἀλλ᾽ ἤτοι πλεονάσῃ τούτω⟨ν τι

ἢ ἐλαττωθῇ⟩, οὐκ ⎡ἐνεργείᾳ [λ] λέγω τὴν περιοχήν⎤, οὐδὲ τῇ κατ᾽ αὔξησιν γινομένῃ μεταβολῇ [τοῦ γένους καὶ] τῶν σωμάτων, ἀλλὰ τῇ [ὡς προέφημεν] συστατικῇ τῶν στοιχείων κράσει, ὥστε τὸ μὲν θερμὸν ἐπὶ πλέον αὐξηθῆναι ἢ [ἐπὶ πλέον] ἐλαττωθῆναι, τὰ δὲ ἄλλα ὁμοίως, ⟨τὸ⟩ τηνικαῦτα [οὕτως] νο⟨σ⟩εῖ τὸ ζῷον.

[ἐπὰν γὰρ οὕτως διατεθῇ τό τε θερμὸν καὶ τὸ ἀερῶδες, ἃ δὴ σύσκηνά ἐστι τῆς ψυχῆς, τότε ἐν ⎡ἀλληγορίαις⎤ καὶ ἐκστάσεσι γίγνεται τὸ ζῷον.]

[πεπύκνωται γὰρ τὰ στοιχεῖα δι᾽ ὧν διαφθείρεται τὰ σώματα.]

[[αὐτὸ μὲν γὰρ τὸ γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς συμπαγίαν περίχυσις, τὸ γὰρ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ.]]

ὥσπερ οὖν ὁ ἐκ τῆς πρώτης συνόδου καὶ κράσεως τῶν στοιχείων γιγνόμενος ἀτμός [καὶ ὡσανεὶ ἔξαψις καὶ ἀναθυμίασις,] ὁποῖος [ε]ἂν ᾖ, παραμιγεὶς τῇ ψυχῇ, ἄγει [ε]αὐτὴν εἰς ἑαυτόν, [ὡς ἂν ἔχῃ φύσεως, εἴτε σπουδαίως εἴτε μή], ⟨οὕτω καὶ...⟩.

τῇ ⟨μὲν⟩ γὰρ ἐξ ἀρχῆς ⟨...⟩ [πρὸς αὐτὸν οἰκειότητι καὶ συντροφίᾳ] ἐπιμένουσα ἡ ψυχὴ τὴν τάξιν διατηρεῖ· ὅταν δὲ ἐπιπροσγένηται ἤτοι τῷ ὅλῳ συγκράματι ἢ καὶ [μέρεσιν ἢ] μέρει ⟨τινὶ⟩ αὐτοῦ ἔξωθέν τις πλείω⟨ν⟩ μοῖρα τοῦ προκαταβεβλημένου, ⟨τό⟩τε ⟨⟨μεταλλοιούμενος⟩⟩ [[καὶ]] ὁ ἐντεῦθεν [[μεταλλοιούμενος]] ⟨γιγνόμενος⟩ ἀτμὸς μεταλλοιοῖ ⟨⟨καὶ⟩⟩ [ἤτοι] τὴν τῆς ψυχῆς διάθεσιν [ἢ τὴν τοῦ σώματος].

[τὸ ⟨μὲν⟩ γὰρ πῦρ καὶ τὸ πνεῦμα, ἀνωφερῆ ὄντα, ἐπὶ τὴν ψυχήν, ὁμ[οι]όχωρον αὐτοῖς ὑπάρχουσαν, ἀνατρέχει, τὸ δὲ ὑγρὸν καὶ τὸ γεῶδες, κατωφερῆ ὄντα, τῷ σώματι, ὁμοέδρῳ ὄντι, ἐφιζάνει].