Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἔλεγχος γὰρ ἐπιγνωσθείς, ὦ μέγιστε βασιλεῦ, εἰς ⎡ἐπιθυμίαν⎤ φέρει τὸν ἐλεγχθέντα ὧν πρότερον οὐκ ᾔδει.

Θαλῆς, ἐρωτηθεὶς τί πρεσβύτατον τῶν ὄντων, ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ.

Σωκράτης, ἐρωτηθεὶς τί θεός, εἶπε· Τὸ ἀθάνατον καὶ ἀίδιον.

Ἑρμῆς, ἐρωτηθεὶς τί θεός, εἶπεν· Ὁ τῶν ὅλων δημιουργός, σοφώτατος νοῦς καὶ ἀίδιος.

ἑπτὰ πολυπλανέες κατ᾽ Ὀλύμπιον ἀστέρες οὐδὸν εἱλεῦνται, μετὰ τοῖσιν ἀεὶ περινί⟨σ⟩σεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, ⎡παστοφόρος⎤ Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς,

καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφ᾽ οὗ φύσις ἐβλάστησεν. οἱ δ᾽ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δ᾽ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς. τοὔνεκ᾽ ἀπ᾽ αἰθερίου ⎡μεμερίσμεθα⎤ πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς ⎡δὴ⎤ γένεσις, λόγος Ἑρμῆς, θυμὸς Ἄρης, Μήνη δ᾽ ἄρ᾽ ὕπνος, Κυθέρεια δ᾽ ὄρεξις, Ἠέλιος δὲ γέλως· τούτῳ γὰρ ἅπασα ⎡δικαίως⎤ καὶ θνητὴ διάνοια γελᾷ καὶ κόσμος ἀπείρων.