Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἀλλ᾽ ὁ μὲν πάντων κρατῶν, τέκνον, ἐκ τῆς ὑπεράνω χώρας ἐστίν, ο⟨ἱ⟩ δὲ τῶν κατὰ μέρος ⟨...⟩. ⎡ἐκείνην ἔσχε τὴν ἀφ᾽ οὗ τόπου ἐστὶν βασιλικωτέραν⎤. ⟨⟨ϲΥΜΒαίνει[ν] δὲ ⟨εὑρίσκεσθαι⟩ καὶ ἄλλας ἀλλοίας, τὰς μὲν διαπύρου⟨ς⟩ τὰς δὲ ψυχράς, τὰς δὲ ὑπερηφάνους τὰς δὲ πραείας [τὰς δὲ βαναύσους], τὰς δὲ ἐμπείρους τὰς δὲ ἀπείρους, [[τὰς δὲ ἀργὰς]] τὰς δὲ ἐνεργεῖς ⟨⟨τὰς δὲ ἀργάς⟩⟩, τὰς δὲ ⟨κατ᾽⟩ ἄλλο τι ἀλλοίας οὔσας· συμβαίνει δὲ ⟨καὶ⟩ τοῦτο παρὰ τὴν τῶν τόπων θέσιν ὅθεν εἰς τὸ ἐνσωματισθῆναι κα[ι]θάλλονται αἱ ψυχαί. οἱ μὲν γὰρ ἀπὸ βασιλικοῦ διαζώματος καταπηδΉσ⟨α⟩Ντες ⎡ὁμοιοπάθους⎤ βασιλεύουσΙΝ [ψυχῆς]⟩⟩·

[[διαζώματος τετευχότες πυρὸς ἐργάται γίγνονται καὶ τροφῆς]] [οἱ δὲ ἀπὸ ὑγροῦ ἐν ὑγροῖς διαζώμασιν] οἱ δὲ ἀπὸ ἐπιστημονικοῦ καὶ τεχνικοῦ περὶ ἐπιστήμας καταγίγνονται καὶ τέχνας, ⟨οἱ δὲ ἀπὸ ἐνεργοῦς⟩ ⟨⟨διαζώματος ⟨κα⟩τελΗλΥΘότες [πυρὸς] ἐργάται γίγνονται καὶ τροφεῖς,⟩⟩ οἱ δὲ ἀπὸ ἀργοῦ ἀργῶς καὶ ἐπιρρεμβῶς διαζῶσι. πάντων γὰρ τῶν ἐπὶ γῆς,

ὦ τέκνον, [διὰ λόγου καὶ ἔργου πραΤΤΟΜέΝων] ἄνω εἰσὶν αἱ πηγαί, μέτρῳ καὶ σταθμῷ ἐπιχύνουσαι ἡμῖν τὰς ’οὐσίας καὶ οὐκ ἔστιν ὃ μὴ ἄνωθεν καταβέβηκε.

καὶ πάλιν ἀνέρχεται ⟨πάντα ἐκεῖσε ὅθεν⟩ [ἵνα] κατέβη. —Πῶς [πάλιν] λέγεις τοῦτο, ὦ τεκοῦσα; παράδειξον.—Καὶ ἀπεκρίθη Ἶσις [πάλιν]· Τῆς παλινδρομίας ἐναργὲς τοῦτο σημεῖον τοῖς ζῴοις ἐνέθηκεν ἡ ἱερωτάτη φύσις· τοῦτο γὰρ ὅ σπῶμεν ἄνωθεν ἐξ ἀέρος πνεῦμα, τοῦτο πάλιν ἄνω πέμπομεν, ⟨ὅθ⟩εν ἐλάβομεν. καὶ εἰσίν, ὦ τέκνον, τούτου τοῦ ἐνεργήματος τεχνίτιδες ἐν ἡμῖν φῦσαι· αἳ ἐπειδὰν μΎσωσι τὰ δεκτικὰ [ἑαυτῶν] τοῦ πνεύματος στόματα, τότε ⟨αὐτοὶ⟩ ἡμεῖς οὐκέτι ὧδέ ἐσμεν, ἀλλ᾽ ἀναβεβήκαμεν.

⟨⟨καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεως αὐτῶν [καὶ τῆς σωματουργίας] τοσαῦτα.⟩⟩ προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκ τ῀Ης τοῦ φυράματος συσταθμίας.—Τί δέ ἐστιν, Ὧρος εἶπε, τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα;—Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς [κράσεως καὶ συνόδου] ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν ⟨τῷ⟩ σώματι, ἀμφοτέροις μεταδιδοὺς [τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ] τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ σωματικῶν ⎡ἐναλλοιώσεων⎤ γίνονται.

εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν ⎡διάπηξιν⎤ πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα [ἐκπυρωδεστέρα γενομένη] ποιεῖ τὸ ζῷον ἐΝεργότερον καὶ θυμικόν [τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον].

εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα [καὶ] κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται

τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι.

εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα [καὶ] τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔ[χ]ρουν [καὶ εὐφυὲς] καὶ εὐπερίχυτον, ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα [ἑνωτικὸν καὶ] κοινωνικὸν τοῦ ὕδατος· [ἐφιζάνει] ⟨ἑνοῦται⟩ γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν ⟨⟨καὶ περιλαΒὸΝ⟩⟩ εἰς ἑαυτὸ[ν] ἀναλύει [[καὶ περιλαμβάνει]], ὀλίγον δ᾽ ὑπάρχον καὶ καταδὺ[σα]ν ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ τῆς πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐ ⟨συ⟩νάγεται, ἀλλὰ μικρᾷ τινι [νόσου] ἀφορμῇ λύεται [καὶ τοῦ ἰδίου συνδέσμου κατ᾽ ὀλίγον ἐκπίπτει].

εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα [μὲν] τοῦ ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν [σωματικὴν] ⟨ἰδίαν⟩ ἀραιότητα εὔλυτον, [οὐδὲ ⎡τοῦ δι᾽ οὗ⎤ ⟨ἐκ⟩πηδῆσαι ⟨δύνα⟩ται, πεπαχυ⟨σ⟩μένων τῶν αἰσθητικῶν μερῶν, ἀλλ᾽ ἔνδον μένει παρ᾽ ἑαυτῇ,] ⟨ἀλλὰ⟩ ὑπὸ [βάρους καὶ] ⟨τῆς⟩ πυκνότητος ⟨τοῦ...⟩ πεδηθεῖσα· τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρύ, καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεαως μετακινούμενον.

εἰ δὲ σύμμετρος γένοιτο ἡ. πάντων ⟨σύ⟩στασις, τότε τὸ ζῷον θερμὸν ⟨μὲν⟩ εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, ⎡εὔκρατον⎤ δὲ εἰς ⎡ἁφήν⎤, ⎡γενναῖον⎤ δὲ εἰϲ τῆξιν κατασκευάζεται.

⟨⟨[αὐ]τὸ μὲν γὰρ [τὸ] γεῶδές ἐστιν ἡ τοῦ σώματος πῆξις, τὸ δὲ ὑγρὸν ἡ ἐν τούτῳ ἐστὶν εἰς ⎡συμπαγίαν⎤ περίχυσις, τὸ [γὰρ] ⟨δὲ⟩ ἀερῶδές ἐστι τὸ ἐν ἡμῖν κινητικόν, καὶ τούτων πάντων διεγερτικὸν τὸ πῦρ.⟩⟩

ὅσα οὖν [τῷδε τῷ λόγῳ] κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύματος, ⟨ὀλίγου δὲ ὕδατος καὶ γῆς,⟩ ταῦτα ἀπωρνέωται, καὶ ἄνω παρ᾽ ἐκείνοις πολιτεύεται τοῖς στοιχείοις ἐξ ὧν καὶ ἐγένετο.