Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ἐπὶ ⟨τοὺς τούτων⟩ ἐπαίνους τοίνυν ἡμῖν καταβαίνει ὁ λόγος
[[ἐπείγεται]], καὶ πρὸς τοὺς τῆς κοινῆς ἀσφαλείας καὶ εἰρήνης πρυτάνεις ⟨⟨ἐπείγεται⟩⟩ βασιλέας, οἷς [πάλαι] μάλιστα τὸ κῦρος παρὰ τοῦ κρείττονος [θεοῦ] κεκορύφωται, οἷς ἡ νίκη πρὸς τῆς ἐκείνου δεξιᾶς πεπρυτάνευται, οἷς τὰ βραβεῖα καὶ πρὸ τῆς ἐν πολέμοις [ἀρρωστίας] ⟨ἀριστείας⟩ προευτρέπισται, ὧν τὰ τρόπαια καὶ πρὸ τῆς συμπλοκῆς ἵσταται, [οἷς οὐ τὸ βασιλεύειν μόνον ἀλλὰ καὶ τὸ ἀριστεύειν συντέτακται,] οὓς καὶ πρὸ τῆς κινήσεως ἐκπλήττεται τὸ βάρβαρον.