Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨⟨δεῖ γὰρ καὶ τούτοις ἀποδιδόναι τὰς ἀμοιβάς, τοσαύτης ἡμῖν εἰρήνης εὐετηρίαν ἁπλώσασι. βασιλέως δὲ ἀρετὴ ⟨...⟩, καὶ τοὔνομα μόνον εἰρήνην βραβεύει· βασιλεὺς γὰρ διὰ τοῦτο εἴρηται, ἐπειδὴ [τῇ] βάσ⟨ε⟩ι λείᾳ ταῖ⟨ς⟩ κορυφαῖϲ[τητι] [κατ]ἐπεμβαίνει, καὶ ⟨διὰ⟩ τοῦ λόγου [τοῦ εἰς εἰρήνην] κρατεῖ· [καὶ ὅτι γε ὑπερέχειν πέφυκε [τῆς βασιλείας] τῆς βαρβαρικῆς·] ὥστε καὶ τοὔνομα σύμβολόν ⟨ἐστιν⟩ εἰρήνης. [τοιγάρτοι καὶ ἐπηγορία βασιλέως πολλάκις εὐθὺς τὸν πολέμιον [ἀναστέλλειν πέφυκεν] ⟨ἀνέστειλεν⟩.] ἀλλὰ μὴν καὶ οἱ ἀνδριάντες οἱ τούτου τοῖς μάλιστα χειμαζομένοις ὅρμοι τυγχάνουσιν [εἰρήνης]· ἤδη δὲ καὶ μόνη εἰκὼν φανεῖσα βασιλέως [ἐνήργησε τὴν νίκην καὶ] τὸ ἄτρομον [τε καὶ ἄτρωτον] προυξένησε [τοῖς ἐνοικοῦσιν].⟩⟩