Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨⟨οὕτω μὲν δὴ τὸν θεὸν εὐφημήσωμεν· ἀλλὰ δὴ καταβαίνομεν καὶ ἐπὶ τοὺς δεξαμένους παρ᾽ ἐκείνου τὰ σκῆπτρα. δεῖ γὰρ [ἀπὸ τῶν βασιλέων ἀρξαμένους καὶ] ἀπὸ τούτων ἀσκουμένους [[καὶ]] ἤδη ⟨⟨καὶ⟩⟩ συνεθίζειν ἑαυτοὺς [εἰς ἐγκώμια] καὶ ⟨γ⟩υμν⟨άζ⟩ειν ⟨εἰς⟩ τὴν πρὸς τὸ κρεῖττον εὐσέβειαν. [καὶ τὴν μὲν πρώτην καταρχὴν τῆς εὐφημίας ἀπὸ τούτου ἐνασκεῖν, τὴν δὲ ἄσκησιν διὰ τούτου γυμνάζειν] [ἵνα ἐν ἡμῖν ᾖ καὶ ἡ γυμνασία τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ πρὸς τοὺς βασιλέας εὐφημία.]⟩⟩