Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

—Ὦ τέκνον, σοφία ⟨ἡ⟩ ΜΉΤρα, ἐν σιγῇ ⟨κύουσα⟩, καὶ ἡ σπορὰ τὸ ἀληθινὸν ἀγαθόν.—Τίνος σπείραντος, ὦ πάτερ; τὸ γὰρ σύνολον ἀπορῶ.—Τοῦ θελήματος τοῦ θεοῦ, ὦ τέκνον.—⟨⟨Λέγε μοι καὶ τοῦτο· τίς ἐστι τελεσιουργὸς τῆς παλιγγενεσίας;—[ ὁ τοῦ] Θεοῦ παῖς ἄνθρωπος εἷς, θελήματι θεοῦ⟩⟩ ⟨ὑπουργῶν⟩.—Καὶ

ποταπὸς ὁ γεννώμενος, ὦ πάτερ; [[ἄμοιρος γὰρ τῆς ἐν ἐμοὶ οὐσίας καὶ τῆς νοητῆς]]—Ἄλλος [ἔσται] ὁ γεννώμενος, θεοῦ θεὸς παῖς, τὸ πᾶν, ἐν παντί· ⟨⟨ἄμοιρος γάρ ⟨ἐστι⟩ τῆς ⎡ἐν ἐμοὶ⎤ οὐσίας, καὶ τῆς νοητῆς⟩⟩ ⟨μοῖραν ἔχει⟩, ἐκ πασῶν δυνάμεων συνεστώς.—Αἴνιγμα μοι λέγεις, ὦ πάτερ, καὶ οὐχ ὡς πατὴρ υἱῷ διαλέγῃ.—Τοῦτο τὸ γένος, ὦ τέκνον, οὐ διδάσκεται, ἀλλ᾽ [[ὅταν θέλῃ]] ὑπὸ τοῦ θεοῦ, ⟨⟨ὅταν θέλῃ,⟩⟩ ἀναμιμνήσκεται.