Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ἐν τοῖς γενικοῖς, ὦ πάτερ, αἰνιγματωδῶς καὶ οὐ τηλαυγῶς ἔφρασας, περὶ θειότητος διαλεγόμενος· [[οὐκ ἀπεκάλυψας]] φάμενος ⟨γὰρ⟩ μηδένα δύνασθαι σωθῆναι πρὸ τῆς παλιγγενεσίας, ⟨⟨οὐκ ἀπεκάλυψας·⟩⟩ ἐμοῦ τε σοῦ ἱκέτου γενομένου ⎡ἐπὶ τῆς τοῦ ὄρους μεταβάσεως⎤ μετὰ τὸ σὲ ἐμοὶ διαλεχθῆναι [πυθομένου] τὸν τῆς παλιγγενεσίας λόγον μαθεῖν, ὅτι τοῦτον παρὰ πάντα μόνον ἀγνοῶ, ⟨οὔπω ἠξίωσας⟩ ⟨⟨παραδιδόναι μοι,⟩⟩ καὶ ἔφης ὅταν μέλλῃς ⟨τοῦ⟩ κόσμου ἀπαλλοτριοῦσθαι [[παραδιδόναι μοι]] ⟨παραδώσω. ἐγὼ δὲ ἤδη⟩ ἕτοιμος ἐγενόμην, καὶ ἀπηλλοτρίωσα τὸ ἐν ἐμοὶ φρόνημα ἀπὸ τῆς τοῦ κόσμου ἀπάτης· σὺ δέ μου καὶ τὰ ὑστερήματα ἀναπλήρωσον, ὡς ἔφης μοι, παλιγγενεσίαν παραδοῦναι προθέμενος [ἐκ φωνῆς ἢ κρυβήν]. ἀγνοῶ, ὦ τρισμέγιστε, ἐξ οἵας μήτρας ἄνθρωπος ⟨ἀν⟩αγεννηθ⟨εί⟩η ⟨ἄν⟩, σπορᾶς δὲ ποίας.