Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

—Ἀδύνατά μοι λέγεις, ὦ πάτερ, καὶ βεβιασμένα. ὅθεν πρὸς ταῦτα ὀρθῶς ἀντειπεῖν ἔχω ⟨ἆρ᾽⟩ ἀλλότριος [υἱὸς] πέφυκα τοῦ πατρικοῦ γένους; μὴ φθόνει μοι, πάτερ· γνήσιος υἱός εἰμί· διάφρασόν μοι τῆς παλιγγενεσίας τὸν τρόπον.—Τί εἴπω, ὦ τέκνον; ⟨⟨τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται, οὐδὲ τῷ πλαστῷ τούτῳ ⎡στοιχείῳ⎤, δι᾽ οὗ ⟨σὺ ὁρᾷς⟩, ἐστιν ἰδεῖν.⟩⟩ οὐκ ἔχω λέγειν πλὴν τοῦτο· ὁρῶ[ν] τι⟨ν᾽⟩ ἐν ἐμοὶ ἄπλαστον ἰΔέαν γεγενημένην ἐξ ἐλέου θεοῦ, καὶ ἐμαυτὸν ⟨δι⟩εξελήλυθα εἰς ἀθάνατον σῶμα· καί εἰμι νῦν οὐχ ὁ πρίν, ἀλλ᾽ ⟨ἀν⟩εγεννήθην ἐν νῷ, [[τὸ πρᾶγμα τοῦτο οὐ διδάσκεται οὐδὲ τῷ πλαστῷ τούτῳ στοιχείῳ δι᾽ οὗ ἐστιν ἰδεῖν]] καὶ διαλέλΥταί μοι τὸ πρῶτον [σύνθετον] εἶδος. οὐκάτι κεχρω⟨μάτ⟩ισμαι καὶ ἁφὴν ἔχω καὶ μέτρον, ἀλλότριος δὲ τούτων εἰμὶ νῦν, [ὁρᾷς με ὦ τέκνον ὀφθαλμοῖς] ⟨καὶ πάντων⟩ ὅϲα [δὲ] κατανοεῖς ἀτενίζων σωματικ῀ιΗ ὁράσει. οὐκ ὀφθαλμοῖς τ⟨οι⟩ούτοις θεωροῦμαι νῦν, ὦ τέκνον.