Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
οὗτός ἐστιν ὁ τοῦ νο⟨ός⟩ μου ὀφθαλμός·
[καὶ] δέξαιτο τῶν δυνάμεών μου τὴν εὐλογίαν.
αἱ δυνάμεις αἱ ἐν ἐμοί, ὑμνεῖτε τὸ ἓν καὶ τὸ πᾶν·
συνᾴσατε τῷ θελήματί μου, πᾶσαι αἱ ἐν ἐμοὶ δυνάμεις.
γνῶσις ἁγία, φωτισθεὶς ἀπὸ σοῦ,
διὰ σοῦ τὸ νοητὸν φῶς ὑμνῶ[ν].
⟨. . .⟩ χαίρω ἐν χαρᾷ νοῦ·
πᾶσαι δυνάμεις [ὑμνεῖτε] ⟨χαίρετε⟩ σὺν ἐμοί.
καὶ σύ μοι, ἐγκράτεια, ὕμνει·
⟨καρτερία . . . ⟩·
δικαιοσύνη μου, τὸ δίκαιον ὕμνει δι᾽ ἐμοῦ·
κοινωνία ἡ ἐμή, τὸ πᾶν ὕμνει δι᾽ ἐμοῦ·
ὕμνει ἀλήθεια τὴν ἀλήθειαν.
τὸ ἀγαθόν, ἀγαθὸν ⟨τὸ ἐν ἐμοί,⟩ ὕμνει·
ζωὴ καὶ φῶς, ἀφ᾽ Ὑμῶν εἰς ὑμᾶς χωρεῖ ἡ εὐλογία.
εὐχαριστῶ σοι, πάτερ, ἐνέργεια τῶν δυνάμεών ⟨μου⟩·
εὐχαριστῶ σοι, θεέ, ⎡δύναμις τῶν ἐνεργειῶν μου⎤.
[[ὁ σὸς λόγος δι᾽ ἐμοῦ ὑμνεῖ σέ·]]
[[δι᾽ ἐμοῦ]] [δέξαι ⎡τὸ πᾶν λόγῳ⎤ λογικὴν θυσίαν.]
ταῦτα βοῶσαι αἱ δυνάμεις αἱ ἐν ἐμοὶ [[τὸ πᾶν ὑμνοῦσι]] τὸ σὸν
θέλημα τελοῦσι·
⟨⟨τὸ πᾶν ὑμνοῦσ⟨α⟩ι⟩⟩ ⟨. . . τῇ⟩ σῇ βουλῇ ⟨. . .⟩ [[ἀπὸ
σοῦ ἐπὶ σὲ τὸ πᾶν.]]
⟨⟨ὁ σὸς λόγος δι᾽ ἐμοῦ ὑμνεῖ σέ·⟩⟩
⟨⟨λόγον γὰρ τὸν ἐΜὸν ποιμαίνει⟨ς σὺ⟩ ὁ νοῦς.⟩⟩
⟨⟨δι᾽ ἐμοῦ⟩⟩ δέξαι ἀπὸ πάντων λογικὴν θυσίαν·
τὸ πᾶν ⟨γὰρ⟩ ⟨⟨ἀπὸ σοῦ, ⟨καὶ⟩ ἐπὶ σὲ τὸ πᾶν.⟩⟩
⟨τὸν νοῦν⟩ τὸ⟨ν⟩ ἐν ἡμῖν [[σῶζε ζωή]] φώτιζε φῶς·
⟨τὴν ψυχὴν . . .⟩ ⟨⟨σῶζε ζωή⟩⟩.
[⎡πνεῦμα θεέ⎤ [[λόγον γὰρ τὸν σὸν ποιμαίνει ὁ νοῦς]]
[⎡πνευματοφόρε δημιουργέ, σὺ εἶ ὁ θεός.⎤]
ὁ σὸς ἄνθρωπος ταῦτα βοᾷ [διὰ πυρός, δι᾽ ἀέρος, διὰ γῆς, διὰ
ὕδατος,] [διὰ πνεύματος,] διὰ τῶν κτισμάτων σοῦ,
ἀπὸ τοῦ αἰῶνος ⟨τὴν⟩ εὐλογίαν εὑρών.
[καὶ] ὃ ζητῶ ⟨⟨εἶδον⟩⟩·
βουλῇ τῇ σῇ ἀναπέπαυμαι [[εἶδον]]·
θελήματι τῷ σῷ ⟨ἀνεγεννήθην⟩.—