Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Τὴν εὐλογίαν ταύτην λέγωΝ, ὦ πάτερ, τέθεικα⟨ς⟩ καὶ ἐν κόσμῳ τῷ ἐμῷ—Ἐν τῷ νοητῷ λέγε, τέκνον.—Ἐν τῷ νοητῷ, ὦ πάτερ, δύναμιΝ ἐκ τοῦ σοῦ ὕμνου, καὶ ⟨διὰ⟩ τῆς σῆς εὐλογίας ἐπιπεφώτισταί μου ὁ νοῦς. πλὴν θέλω κἀγὼ πέμψαι ἐξ ἰδίας φρενὸς εὐλογίαν τῷ θεῷ.—Ὦ τέκνον, μὴ ἀσκόπως.—

Ἐν τῷ νῷ, ὦ πάτερ, ἃ θεωρῶ λέγω.

Σοὶ ⟨ἐγώ, ὦ⟩ γενάρχα τῆς γενεσιουργίας,

Τὰτ θεῷ πέμπω λογικὰς θυσίας.

θεέ, σὺ ⟨ὁ⟩ πατΉρ·

[σὺ ὁ] κύριε, σὺ ὁ νοῦς.

δέξαι ⟨εὐ⟩λογί[κ]ας ἃς θέλεις ἀπ᾽ ἐμοῦ·

σοῦ γὰρ βουλομένου πάντα ⟨μοι⟩ τελεῖται.

Εὔ ὦ τέκνον· ⟨ἔ⟩πεμψαϲ δεκτὴν θυσίαν τῷ πάντων πατρὶ θεῷ. ἀλλὰ καὶ πρόσθες, ὦ τέκνον, διὰ τοῦ λόγου.— Εὐχαριστῷ σοι, πάτερ [⟨ὅτι⟩ ταῦτά μοι αἰνεῖϲ εὐξαμένῳ.—

Χαίρω, τέκνον, ⟨ὡς⟩ καρποφορήσοντος ⟨σου . . .⟩ ἐκ τῆς ἀληθείας [τὰ ἀγαθὰ] τὰ ἀθάνατα ⟨⟨τῆς ἀρετῆς⟩⟩ γεννήματα· ⟨ἐπεὶ⟩ ⟨⟨νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.⟩⟩

τοῦτο μαθὼν παρ᾽ ἐμοῦ, [[τῆς ἀρετῆς]] σιγὴν ἐπάγγειλαι, ⟨ὦ⟩ ⟨⟨τέκνον,⟩⟩ μηδενὶ [[τέκνον]] ἐκφα[ι]νεῖν τῆς παλιγγενεσίας τὴν παράδοσιν, ἵνα μὴ ὡς διάβολοι ⟨τοῦ παντὸς⟩ λογισθῶμεν. ⟨. . .⟩ ἱκανῶς γὰρ ἕκαστος ἡμῶν ⟨ἑαυτοῦ⟩ ἐπεμελήθη, ἐγώ τε [ὁ] λέγων σύ τε [ὁ] ἀκούων. [[νοερῶς ἔγνως σεαυτὸν καὶ τὸν πατέρα τὸν ἡμέτερον.]]