Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[ὑμνωδία κρυπτή.]

⟨⟨Ἀνοιγήτω μοι πᾶς μοχλὸς ⟨τοῦ⟩ ⟨⟨κόσμου⟩⟩·

πᾶσα φύσις [[κόσμου]] προσδεχέσθω τοῦ ὕμνου τὴν ἀκοήν.

ἀνοίγηθι γῆ, [[ἀνοιγήτω μοι πᾶς μοχλὸς]] [ὄμβρου], τὰ δένδρα μὴ σείεσθε·

ὑμνεῖν μέλλω τὸν [τῆς κτίσεως κύριον] καὶ τὸ πᾶν καὶ τὸ ἓν ⟨ὄντα⟩.

ἀνοίγητε οὐρανοί, ἄνεμοί τε στῆτε·

ὁ κύκλος ὁ ἀθάνατος [τοῦ θεοῦ] προσδεξάσθω μου τὸν λόγον.

μέλλω γὰρ ὑμνεῖν τὸν κτίσαντα τὰ πάντα,

τὸν πήξαντα τὴν γῆν καὶ οὐρανὸν κρεμάσαντα, 20

[καὶ] ⟨τὸν⟩ ⎡ἐπιτάξαντα⎤ ἐκ τοῦ ὠκεανοῦ τὸ γλυκὺ ὕδωρ εἰς

τὴν οἰκουμένην [καὶ ἀοίκητον],

ὑπάρχειν εἰς διατροφὴν [καὶ κτίσιν] πάντων ⎡ἀνθρώπων⎤,

[τὸν] ⟨καὶ⟩ ἐπιτάξαντα πῦρ φανῆναι

εἰς πᾶσαν πρᾶξιν θεοῖς τε καὶ ἀνθρώποις.

δῶμεν πάντες ὁμοῦ αὐτῷ τὴν εὐλογίαν,

τῷ ἐπὶ τῶν οὐρανῶν μετεώρῳ, τῷ πάσης φύσεως κτίστῃ.