Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

οὗτός ἐστιν ὁ τοῦ νο⟨ός⟩ μου ὀφθαλμός·

[καὶ] δέξαιτο τῶν δυνάμεών μου τὴν εὐλογίαν.

αἱ δυνάμεις αἱ ἐν ἐμοί, ὑμνεῖτε τὸ ἓν καὶ τὸ πᾶν·

συνᾴσατε τῷ θελήματί μου, πᾶσαι αἱ ἐν ἐμοὶ δυνάμεις.

γνῶσις ἁγία, φωτισθεὶς ἀπὸ σοῦ,

διὰ σοῦ τὸ νοητὸν φῶς ὑμνῶ[ν].

⟨. . .⟩ χαίρω ἐν χαρᾷ νοῦ·

πᾶσαι δυνάμεις [ὑμνεῖτε] ⟨χαίρετε⟩ σὺν ἐμοί.

καὶ σύ μοι, ἐγκράτεια, ὕμνει·

⟨καρτερία . . . ⟩·

δικαιοσύνη μου, τὸ δίκαιον ὕμνει δι᾽ ἐμοῦ·

κοινωνία ἡ ἐμή, τὸ πᾶν ὕμνει δι᾽ ἐμοῦ·

ὕμνει ἀλήθεια τὴν ἀλήθειαν.

τὸ ἀγαθόν, ἀγαθὸν ⟨τὸ ἐν ἐμοί,⟩ ὕμνει·

ζωὴ καὶ φῶς, ἀφ᾽ Ὑμῶν εἰς ὑμᾶς χωρεῖ ἡ εὐλογία.

εὐχαριστῶ σοι, πάτερ, ἐνέργεια τῶν δυνάμεών ⟨μου⟩·

εὐχαριστῶ σοι, θεέ, ⎡δύναμις τῶν ἐνεργειῶν μου⎤.

[[ὁ σὸς λόγος δι᾽ ἐμοῦ ὑμνεῖ σέ·]]

[[δι᾽ ἐμοῦ]] [δέξαι ⎡τὸ πᾶν λόγῳ⎤ λογικὴν θυσίαν.]