Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

—Ἡσύχασον, ὦ τέκνον, καὶ τῆς ἁρμοζούσης ⟨⟨τ῀ιΗ παλιγγενεσίᾳ⟩⟩ νῦν ἄκουε εὐλογίας τὸν

ὕμνον [[τῆς παλιγγενεσίας]], ὃν οὐκ ἔκρινα οὕτως εὐκόλως ἐκφάναι ⟨⟨σοι⟩⟩ [[εἰ μὴ [[σοι]] ἐπὶ τέλει τοῦ παντός]].

[ὅθεν τοῦτο οὐ διδάσκεται, ⟨⟨εἰ μὴ ἐπὶ τέλει τοῦ παντός,⟩⟩ ἀλλὰ κρύπτεται ἐν σιγῇ.] [οὕτως οὖν, [ὦ τέκνον,] στὰς ἐν ὑπαίθρῳ τόπῳ, νότῳ ἀνέμῳ ἀποβλέπων, περὶ καταφορὰν ἡλίου [δύνοντος] προσκύνει· ὁμοίως ⟨δὲ⟩ καὶ ἀνιόντος πρὸς ἀπηλιώτην.] [ἡσύχασον, ὦ τέκνον.]