Περὶ νοῦ κοινοῦ πρὸς Τάτ
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ὅσαις ἂν οὖν ψυχαῖς ὁ νοῦς ἐπιστατήσῃ, ταύταις φαίνει ἑαυτοῦ τὸ φέγγος, ἀντιπράσσων αὐτῶν τοῖς προλήμμασιν. ὥσπερ ⟨γὰρ⟩ ἰατρὸς ἀγαθὸς λυπεῖ τὸ σῶμα προειλημμένον ὑπὸ νόσου καίων ἢ τέμνων, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς ⟨τὴν⟩ ψυχὴν λυπεῖ, ἐξυφαιρῶν αὐτῆς τὴν ἡδονήν, ἀφ᾽ ἧς πᾶσα νόσος ψυχῆς γίνεται. νόσος δὲ μεγάλη ψυχῆς ἀθεότης· ἐπεὶ τα⟨ῖς τῶν ἀθέων⟩ δόξα[ε]ις πάντα τὰ κακὰ ἐπακολουθεῖ, καὶ ἀγαθὸν οὐδέν. ἆρ᾽ οὖν ὁ νοῦς, ἀντιπράσσων αὐτῇ, τὸ ἀγαθὸν περιποιεῖται τῇ ψυχῇ, ὥσπερ καὶ ὁ ἰατρὸς τῷ σώματι τὴν ὑγίειαν.
ὅσαι δὲ ψυχαὶ ἀνθρώπιναι οὐκ ἔτυχον κυβερνήτου τοῦ νοῦ, τὸ αὐτὸ πάσχουσι ταῖς τῶν ἀλόγων ζῴων. συνεργὸς γὰρ αὐταῖς γενόμενος, καὶ ἀνέσας τὰς ἐπιθυμίας, ⟨...⟩ εἰς ἃς φέρονται τῇ ῥύμῃ τῆς ὀρέξεως, πρὸς τὸ ἄλογον συντείνουσαι. καὶ ὥσπερ τὰ ἄλογα τῶν ζῴων, ἀλόγως θυμούμεναι καὶ ἀλόγως ἐπιθυμοῦσαι οὐ παύονται, οὐδὲ κόρον ἔχουσι τῶν κακῶν· θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἄλογοι κακίαι ὑπερβάλλουσαι. ταύταις δὲ ὥσπερ τιμωρὸν καὶ ἔλεγχον ὁ θεὸς ἐπέστησε τὸν νόμον.—
Ἐνταῦθα, ὦ πάτερ, ὁ περὶ τῆς εἱμαρμένης λόγος, ὃ⟨ν⟩ ἔμπροσθέν μοι ⟨δι⟩εξελήλυθας, κινδυνεύει ἀνατρέπεσθαι. εἰ γὰρ πάντως εἵμαρται τῷδέ τινι μοιχεῦσαι, ἢ ἱεροσυλῆσαι, ἢ ἄλλο τι κακὸν δρᾶσαι, διὰ τί κολάζεται ὁ [ἐξ] ἀναγκ⟨ασάσ⟩ης τῆς εἱμαρμένης δράσας τὸ ἔργον; εἱμαρμένης γὰρ πάντα τὰ ἔργα.—⟨...,⟩ ὦ τέκνον, καὶ χωρὶς ἐκείνης οὐδὲν [τι] τῶν σωματικῶν, οὔτε ἀγαθὸν οὔτε κακόν, γενέσθαι συμβαίνει· εἵμαρται δὲ καὶ ⟨τὸν⟩ τὸ κακὸν ποιήσαντα [τὸ] ⟨κακὸν⟩ παθεῖν· καὶ διὰ τοῦτο δρᾷ, ἵνα πάθῃ ὃ πάσχει ὅτι ἔδρασε.
τὸ δὲ νῦν ἔχον, ο⟨ὐ⟩ περὶ κακίας καὶ εἱμαρμένης ⟨ὁ⟩ λόγος· ἐν ἄλλοις μὲν ⟨γὰρ⟩ περὶ τούτων εἰρήκαμεν, νῦν δὲ περὶ νοῦ ἐστιν ἡμῖν ὁ λόγος, τί δύναται νοῦς, καὶ πῶς ἐνδιάφορός ἐστιν, ἐν μὲν ἀνθρώποις τοιόσδε, ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἠλλαγμένος· καὶ πάλιν, ὅτι ἐν μὲν τοῖς ἀλόγοις ζῴοις οὐκ ἔστιν εὐεργετικός, ⟨ἐν δὲ τοῖς ἀνθρώποις ἀγαθὸν ἐργάζεται,⟩ ἀλλ᾽ ἀνομοίως, ⟨οὐκ⟩ ἐν πᾶσι τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν σβεννύων. καὶ τούτων τοὺς μὲν ἐλλογίμους [ἄνδρας] δεῖ νοεῖν, τοὺς δὲ ἀλόγους. πάντες δὲ οἱ ἄνθρωποι εἱμαρμένῃ ὑπόκεινται, ⟨ἐπεὶ⟩ καὶ γενέσει καὶ μεταβολῇ· ἀρχὴ γὰρ καὶ τέλος ταῦτα εἱμαρμένης.
καὶ πάντες μὲν ἄνθρωποι πάσχουσι τὰ εἱμαρμένα· οἱ δὲ ἐλλόγιμοι, ὧν ἔφαμεν τὸν νοῦν ἡγεμονεύειν, οὐχ ὁμοίως τοῖς ἄλλοις πάσχουσιν, ἀλλὰ τῆς κακίας ἀπηλλαγμένοι· οὐ ⟨γὰρ⟩ κακοὶ ὄντες πάσχουσι.—Πῶς πάλιν λέγεις, ὦ πάτερ; ὁ μοιχὸς οὐ κακός; ὁ φονεὺς οὐ κακός, καὶ οἱ ἄλλοι πάντες; —Ἀλλ᾽ ὁ ἐλλόγιμος, ὦ τέκνον, οὐ μοιχεύσας πείσεται, ἀλλ᾽ ὡς ⟨ὁ⟩ μοιχεύσας, οὐδὲ φονεύσας, ἀλλ᾽ ὡς ⟨ὁ⟩ φονεύσας. καὶ ⎡ποιότητα⎤ μεταβολῆς ἀδύνατόν ἐστι διεκφυγεῖν, ὥσπερ καὶ γενέσεως· κακίαν δὲ τῷ νοῦν ἔχοντι διεκφυγεῖν ἔστι.
[διὸ] καὶ τοῦ Ἀγαθοῦ Δαίμονος, ὦ τέκνον, ἐγὼ ἤκουσα λέγοντος ἃ εἰ καὶ [εἰ] ἐγγράφως ⟨ἐξ⟩εδεδώκει, πάνυ ἂν τὸ τῶν ἀνθρώπων γένος ὠφελήκει· ἐκεῖνος γὰρ μόνος, ὦ τέκνον, [[ἀληθῶς]] ὡς
πρωτόγονος θεός, τὰ πάντα κατιδών, θείους ⟨⟨ἀληθῶς⟩⟩ λόγους ἐφθέγξατο. ἤκουσα γοῦν αὐτοῦ ποτε λέγοντος ὅτι ⎡ἕν ἐστι τὰ πάντα, καὶ μάλιστα νοητὰ σώματα· ζῶμεν δὲ δυνάμει καὶ ἐνεργείᾳ καὶ αἰῶνι. καὶ ὁ νοῦς τούτου ἀγαθός ἐστιν, ὅπερ ἐστὶν αὐτοῦ καὶ ψυχή· τούτου δὲ τοιούτου ὄντος, οὐδὲν διαστατὸν τῶν νοητῶν· ὡς οὖν δυνατὸν νοῦν, ἄρχοντα πάντων, καὶ ψυνχὴν ὄντα τοῦ θεοῦ, ποιεῖν ὅπερ βούλεται⎤.σὺ δὲ νόει, καὶ τὸν λόγον τοῦτον ἀνένεγκαι πρὸς τὴν πεῦσιν ἣν ἐπύθου μου ἐν τοῖς ἔμπροσθεν, λέγω δὲ περὶ τῆς εἱμαρμένης [τοῦ νοῦ]. ἐὰν γὰρ τοὺς ἐριστικοὺς λόγους ἀκριβῶς ἀφέλῃ, ὦ τέκνον, εὑρήσεις ὅτι ἀληθῶς πάντων ἐπικρατεῖ ὁ νοῦς [ἡ τοῦ θεοῦ ψυχή], καὶ εἱμαρμένης, καὶ νόμου, καὶ τῶν ἄλλων πάντων· καὶ οὐδὲν αὐτῷ ἀδύνατον, οὔτε εἱμαρμένης ὑπεράνω θε⟨ῖναι⟩ [νοῦν] ψυχὴν ἀνθρωπίνην, οὔτε ἀμελήσασαν, ἅπερ συμβαίνει, ὑπὸ τὴν εἱμαρμένην ⟨θ⟩εῖναι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον λελέχθω. [τὰ τοῦ Ἀγαθοῦ Δαίμονος ἄριστα.]—
Καἱ θείως, ὦ πάτερ, ταῦτα, καὶ ἀληθῶς καὶ ὠφελίμως.
ἐκεῖνο δέ μοι ἔτι διασάφησον· ἔλεγες γὰρ τὸν νοῦν ἐν τοῖς ἀλόγοις ζῴοις φύσεως δίκην ἐνεργεῖν, συνεργοῦντα αὐτῶν ταῖς ὁρμαῖς. αἱ δὲ ὁρμαὶ τῶν ἀλόγων ζῴων, ὡς οἶμαι, πάθη εἰσίν· εἰ δὲ καὶ ὁ νοῦς συνεργεῖ ταῖς ὁρμαῖς, αἱ δὲ ὁρμαὶ πάθη, καὶ ὁ νοῦς ἄρα παθ⟨ητ⟩ός ἐστι, συγχρω[μα]τίζων τοῖς πάθεσιν.—Εὖγε, ὦ τέκνον· γενναίως πυνθάνῃ, δίκαιον δὲ κἀμὲ ἀποκρίνασθαι.
πάντα, ὦ τέκνον, τὰ ἐν σώματι [[άσάῶματα]] παθητά. καὶ κυρίως ⟨μὲν⟩ αὐτά ἐστι ⟨⟨⟨τ⟩ὰ σώματα⟩⟩ παθη⟨τά⟩· ⟨⟨καὶ τὰ ἀσώματα δὲ⟩⟩ ⟨...⟩. πᾶν γὰρ τὸ κινοῦν ἀσώματον, πᾶν δὲ τὸ κινούμενον σῶμα· [[καὶ τὰ ἀσώματα δὲ]] [κινεῖται ὑπὸ τοῦ νοῦ·] [κίνησις δὲ πάθος·] πάσχει οὖν ἀμφότερα, καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον, τὸ μὲν ἄρχον, τὸ δὲ ἀρχόμενον. ⟨ὥστε καὶ ὁ νοῦς, ἐν σώματι μὲν ὤν, παθητός ἐστιν,⟩ ἀπαλλαγεὶς δὲ τοῦ σώματος, ἀπηλλάγη καὶ τοῦ πάθους. ⎡μᾶλλον δέ ποτε, ὦ τέκνον, οὐδὲν ἀπαθές, πάντα δὲ παθητά. διαφέρει δὲ πάθος παθητοῦ. τὸ μὲν γὰρ ἐνεργεῖ, τὸ δὲ πάσχει· τὰ δὲ σώματα καὶ καθ᾽ αὑτὰ ἐνεργεῖ. ἢ γὰρ ἀκίνητά ἐστιν ἢ κινεῖται· ὁπότερον δὲ
ἂν ᾖ, πάθος ἐστί. τὰ δὲ ἀσώματα ἀεὶ ἐνεργεῖται, καὶ διὰ τοῦτο παθητά ἐστι.⎤ μὴ οὖν σε αἱ προσηγορίαι ταραττέταωσαν· ⎡ἡ τὲ γὰρ ἐνέργεια καὶ τὸ πάθος ταὐτόν ἐστιν·⎤ εὐφημοτέρῳ δὲ τῷ ὀνόματι χρήσασθαι οὐ λυπεῖ.—Σαφέστα, ὦ πάτερ, τὸν λόγον ἀποδέδαωκας.—