Περὶ νοῦ κοινοῦ πρὸς Τάτ

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Ὁ νοῦς, ὦ Τάτ, ἐξ αὐτῆς τῆς τοῦ θεοῦ οὐσίας ἐστίν, εἴ γέ τις ἔστιν οὐσία θεοῦ· καὶ ποία τις οὖσα τυγχάνει, αὐτὸς μόνος ἀκριβῶς [αὐτὸν] οἶδεν. ὁ νοῦς οὖν οὐκ ἔστιν ἀπο τετμημένος
τῆς οὐσιότητος τοῦ θεοῦ, ἀλλ᾽ ὥσπερ ἡπλωμένος, καθάπερ τὸ τοῦ ἡλίου φῶς. οὗτος δὲ ὁ νοῦς ἐν μὲν ἀνθρώποις ⎡θεός⎤ ἐστι· διὸ καί τινες τῶν ἀνθρώπων θε⟨ῖ⟩οί εἰσι, καὶ ἡ ⟨τ⟩ούτωΝ ἀνθρωπότης ἐγγύς ἐστι τῆς θεότητος· καὶ γὰρ ὁ Ἀγαθὸς Δαίμων τοὺς μὲν θεοὺς ⟨ἀνθρώπους⟩ εἶπεν ἀθανάτους, τοὺς δὲ ἀνθρώπους θεοὺς θνητούς. ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ⟨...⟩ ἡ φύσις ἐστίν.

ὅπου γὰρ [ψυχή, ἐκεῖ καὶ νοῦς ἐστιν, ὥσπερ ὅπου καὶ] ζωή, ἐκεῖ καὶ ψυχή ἐστιν· ἐν δὲ τοῖς ἀλόγοις ζῴοις ἡ ψυχή [ζωή] ἐστι κενὴ τοῦ νοῦ. ὁ γὰρ νοῦς ψυχῶν ἐστιν εὐεργέτης ἀνθρώπων· ἐργάζεται γὰρ αὐτα⟨ῖ⟩ς [εἰς] τὸ ἀγαθόν. καὶ τοῖς μὲν ἀλόγοις τῇ ⟨ἰ⟩δί⟨ᾳ⟩ ἑκάστου φύσει συπεργεῖ, ταῖς δὲ τῶν ἀνθρώπων ἀντιπράσσει. ψυχὴ γὰρ πᾶσα, ἐν σώματι γενομένη, εὐθέως ὑπό τε τῆς λύπης καὶ τῆς ἡδονῆς κακίζεται· σώματος γὰρ συνθέτου ὥσπερ χυμοὶ ζέουσιν ἥ τε λύπη καὶ ἡ ἡδονή, εἰς ἃς ἐμβᾶσα ἡ ψυχὴ βαπτίζεται.