Περὶ νοῦ κοινοῦ πρὸς Τάτ
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι δύο ταῦτα τῷ ἀνθρώπῳ ὁ θεὸς παρὰ πάντα τὰ θνητὰ ζῷα ἐχαρίσατο, τόν τε νοῦν καὶ τὸν λόγον, ἰσότιμα τῇ ἀθανασίᾳ· [τὸν δὲ προφορικὸν ⟨λ⟩έΓει·] τούτοις δὲ εἴ τις χρήσαιτο εἰς ἃ δεῖ, οὐδὲν τῶν ἀθανάτων διοίσει, μᾶλλον δὲ ⟨τῷ ἐν σώματι εἶναι μόνον διοίσει,⟩ καὶ ἐξελθὼν ἐκ τοῦ σώματος, ὁδηγηθήσεται ὑπὸ ἀμφοτερων εἰς τὴν τῶν θεῶν καὶ μακάρων χορόν.—
Τὰ γὰρ ἄλλα ζῷα λόγῳ οὐ χρῆται, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ φωνῇ. πάμπολυ δὲ διαφέρει λόγος φωνῆς· ὁ μὲν γὰρ λόγος κοινὸς πάντων ἀνθρώπων, ἰδία δὲ ἑκάστου φωνή ἐστι γένους ζῴου.—Ἀλλὰ καὶ τῶν ἀνθρώπων, ὦ πάτερ, ἕκαστον κατὰ ἔθνος διάφορος ὁ λόγος. —Διάφορος μέν, ὦ τέκνον, ⟨ἡ διάλεκτος,⟩ εἷς δὲ ὁ ἄνθρωπος, οὕτω καὶ ὁ λόγος εἷς ἐστι· καὶ μεθερμηνεύεται, καὶ ὁ αὐτὸς εὑρίσκεται καὶ ἐν Αἰγύπτῳ καὶ Περσίδι καὶ Ἑλλάδι. ⟨...⟩ ⟨⟨ὁ οὖν λόγος ἐστὶν εἰκὼν ⟨τοῦ νοῦ⟩, καὶ ⟨ὁ⟩ νοῦς τοῦ θεοῦ.⟩⟩
ὁ γὰρ μακάριος θεὸς Ἀγαθὸς Δαίμων ψυχὴν μὲν ἐν σώματι ἔφη εἶναι, νοῦν δὲ ἐν ψυχῇ, [λόγον] ⟨θεὸν⟩ δὲ ἐν τῷ νῷ. [τὸν οὖν θεὸν τούτων πατέρα.]
[[ὁ οὖν λόγος ἐστὶν εἰκὼν καὶ νοῦς τοῦ θεοῦ]] [καὶ τὸ σῶμα δὲ τῆς ἰδέας, ἡ δὲ ἰδέα τῆς ψυχῆς.] ἔστιν οὖν τῆς μὲν ὕλης τὸ λεπτομερέστατον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός. καὶ ὁ μὲν θεὸς περὶ πάντα καὶ διὰ πάντων, ὁ δὲ νοῦς περὶ τὴν ψυχήν, ἡ δὲ ψυχὴ περὶ τὸν ἀέρα, ὁ δὲ ἀὴρ περὶ τὴν ὕλην.
⟨...⟩ ἀνάγκη δὲ καὶ [ἡ] πρόνοια καὶ [ἡ] φύσις ὄργανά ἐστι ⟨τῆς διοικήσεως⟩ τοῦ κόσμου, καὶ τῆς τάξεως τῆς ὕλης.
καὶ τῶν μὲν νοητῶν ἕκαστόν ἐστιν ⟨ἕν⟩ [οὐσία], οὐσία δὲ αὐτῶν ἡ ταυτότης· τῶν δὲ τοῦ παντὸς σωμάτων ἕκαστον πολλά ἐστιν. ⟨⟨καὶ ἡ ὕλη μία·⟩⟩ ἔχετα⟨ι⟩ γὰρ τῆϲ ταυτότητοϲ τὰ ⟨ἀ⟩σύνθετα σώματα, καὶ τὴν μεταβολὴν εἰς ἄλληλα ποιούμενα, ἀεὶ τῆς ταυτότητος τὴν ἀφθαρσίαν σώζει. ἐν δὲ τοῖ [ἄλλοις] συνθέτοις πᾶσι σώμασιν ἀριθμὸς ἑκάστου ἐστί·
χωρὶς γὰρ ἀριθμοῦ σύστασιν ἢ σύνθεσιν [ἢ διάλυσιν] ἀδύνατον γενέσθαι. αἱ δὲ ἑνάδες τὸν ἀριθμὸν γεννῶσι καὶ αὔξουσι, καὶ πάλιν διαλυόμενοΝ εἰς ἑαυτὰς δέχονται. [[καὶ ἡ ὕλη μία.]]
ὁ δὲ σύμπας κόσμος οὗτος, ὁ μέγας θεός, καὶ τοῦ μείζονος εἰκών, καὶ ἡνωμένος ἐκείνῳ, καὶ σώζων τὴν τάξιν κατ⟨ὰ τὴν⟩ βούλησιν τοῦ πατρός, πλήρωμά ἐστι τῆς ζωῆς· καὶ οὐδέν ἐστιν ἐν τούτῳ, διὰ παντὸς τοῦ αἰῶνος ⟨⟨ἀπὸ⟩⟩ τῆς πρώΤΗς [[ἀπο]]καταστάσεως, οὔτε τοῦ παντὸς οὔτε τῶν κατὰ μέρος, ὃ οὐχὶ ζῇ. νεκρὸν γὰρ οὐδὲ ἓν οὔτε γέγονεν οὔτε ἐστὶν οὔτε ἔσται ἐν ⟨τῷ⟩ κόσμῳ. ζῷον γὰρ ἠθέλησεν ὁ πατὴρ αὐτὸ⟨ν⟩ εἶναι ἔστ᾽ ἂν συνεστήκῌ·
διὸ καὶ θεὸν εἶναι ἀνάγκη. πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ πατρὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι, νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου, ἢ ἀπολέσ⟨θ⟩αι τι τοῦ θεοῦ;—Οὐκ ἀποθνήσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; —Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένον. οὐ γὰρ ἀποθνήσκει, ὦ τέκνον, ἀλλ᾽ ὡς σύνθετα σώματα διαλύεται. ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ
κράματος ⎡διάλυσις⎤· διαλύεται δὲ οὐχ ἵν᾽ ἀπόληται, ἀλλ᾽ ἵνα νέα γένηται. ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἡ ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.—