Περὶ νοῦ κοινοῦ πρὸς Τάτ
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Οὐδ ἡ γῇ ἀκίνητός σοι δοκεῖ, ὦ πάτερ;—Οὔ, τέκνον, ἀλλὰ καὶ πολυκίνητος μόνη ἥδε καὶ στάσιμος. πῶς οὐκ ἂν γελοῖον εἴη τὴν τροφὸν πάντων ἀκίνητον εἶναι, τὴν φύουσαν καὶ γεννῶσαν τὰ πάντα; ἀδύνατον γὰρ χωρὶς κινήσεως φύειν τι [τὸν φύοντα]. γελοιότατον δὲ ἐπύθου, εἰ τὸ τέταρτον μέρος ἀργόν ἐστ[α]ι· οὐδὲν γὰρ ἕτερον σημαίνει τὸ ἀκίνητον σῶμα ἢ ἀργίαν.
πᾶν τοίνυν ἴσθι καθολικῶς, ὦ τέκνον, τὸ ὂν ἐν κόσμῳ κινούμενον [ἢ κατὰ μείωσιν ἢ αὔξησιν]· τὸ δὲ κινούμενον καὶ ζῇ. τὸ δὲ ζῶ[ο]ν πᾶν οὐκ ἀνάγκη τὸ αὐτὸ ⟨ἀεὶ⟩ εἶναι· ὢν γὰρ ὁμοῦ σύμπας ὁ κόσμος ἀμετάβλητος, ὦ τέκνον, ἐστί, τὰ δὲ μέρη αὐτοῦ πάντα μεταβλητά, οὐδὲν δὲ φθαρτὸν ἢ ἀπολλύμενον· αἱ δὲ προσηγορίαι τοὺς ἀνθρώπους ταράττουσιν. οὐ γὰρ ἡ γένεσίς ἐστι ζωῆ⟨ς ἀρχή⟩, ἀλλ᾽ [ἡ] αἰσθήσεως· οὐδὲ ἡ μεταβολὴ θάνατος, ἀλλὰ λήθη. τούτων τοίνυν οὕτως ἐχόντων, ἀθάνατα πάντα ⟨⟨ἐξ ὧΝ πᾶν ζῷον συνέστηκε⟨ν⟩⟩⟩, ἡ ὕλη [ζωή,] τὸ πνεῦμα [ὁ νοῦς], ⟨ἡ⟩ ψυχή [[ἐξ οὗ πᾶν ζῷον συνέστηκε]]· πᾶν ἄρα ζῷον ἀθάνατον δι⟨ὰ τὴν ἀθανασίαν⟩ αὐτῶν.
πάντων δὲ μᾶλλον ⟨ἀθάνατος⟩ ὁ ἄνθρωπος, ὁ καὶ τοῦ θεοῦ δεκτικὸς καὶ τῷ θεῷ συνουσιαστικός. τούτῳ γὰρ μόνῳ τῷ ζώῳ ὁ θεὸς ὁμιλεῖ, νυκτὸς μὲν δι᾽ ὀνείρων, ἡμέρας δὲ διὰ συμβόλων, καὶ διὰ πάντων αὐτῷ προλέγει τὰ μέλλοντα, διὰ ὀρνέων, διὰ σπλάγχνων, διὰ πνεύματος, διὰ δρυός· διὸ καὶ ἐπαγγέλλεται ὁ ἄνθρωπος ἐπίστασθαι τὰ προγεγενημένα καὶ ἐνεστῶτα καὶ μέλλοντα.
κἀκεῖνο δὲ ὅρα, ὦ τέκνον, ὅτι ἕκαστον τῶν ζῴων ἑνὶ μέρει ἐπιφοιτᾷ τοῦ κόσμου, τὰ μὲν ἔνυδρα τῷ ὕδατι, τὰ δὲ χερσαῖα τῇ γῇ, τὰ δὲ μετάρσια τῷ ἀέρι· ὁ δὲ
ἄνθρωπος τούτοις πᾶσι χρῆται, γῇ, ὕδατι, ἀέρι [πυρί]· ὁρᾷ δὲ καὶ οὐρανόν, ἅπτεται δὲ καὶ τούτου αἰσθήσει.⟨...⟩ [ὁ δὲ θεὸς καὶ περὶ πάντα καὶ διὰ πάντων.] ⎡ἐνέργεια γάρ ἐστι δύναμις.⎤ καὶ οὐδὲν δύσκολόν ἐστι νοῆσαι τὸν θεόν, ὦ τέκνον, εἰ δὲ θέλεις, [[αὑτὸν]] καὶ θεωαρῆσαι ⟨⟨αὐτόν⟩⟩.
ἴδε τὴν τάξιν τοῦ κόσμου [καὶ τὴν εὐκοσμίαν τῆς τάξεως]· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην πληρεστάτην οὖσαν ζωῆς· ⟨ἴδε⟩ τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ⟨τῶν ἐνόντων⟩ [ἀγαθῶν καὶ καλῶν] [θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων].—Ἀλλ᾽ αὗται, ὦ πάτερ, ἐνέργειαι ὅλως εἰσίν.—Εἰ οὖν ἐνέργειαί [ὅλως] εἰσιν, ὦ τέκνον, ὑπὸ τίνος [οὖν] ἐνεργοῦνται [ὑπὸ] ἄλλου ⟨ἢ τοῦ⟩ θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη εἰσὶν οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέρη ἐστὶ ⟨τοῦ⟩ θεοῦ [ζωὴ καὶ ἀθανασία καὶ] εἱμα⟨ρμένη⟩ καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις [καὶ ψυχὴ καὶ νοῦς]; [καὶ τούτων πάντων ἡ διαμονὴ] [τὸ λεγόμενον ἀγαθόν.] καὶ οὐκ [ἔτι] ἔστι τι τῶν γινομένων ἢ τῶν γεγονότων ὅπου οὐκ ἔστιν ὁ θεός.
—Ἐν τῇ ὕλῃ οὖν, ὦ πάτερ;—Ἡ γὰρ ὕλη, ὦ τέκνον, χωρὶς θεοῦ ⟨τί⟩ ἐστιν, ἵνα τόπον αὐτῇ ἀπομερίσῃς [τόπον]; τί δὲ [ουσ] ἂν ἢ σωρὸν αὐτὴν οἴει εἶναι, μὴ ἐνεργουμένην; εἰ δὲ ἐνεργεῖται, ὑπὸ τίνος ἐνεργεῖται; τὰς γὰρ ἐνεργείας ἔφαμεν εἶναι μέρη τοῦ θεοῦ. ὑπὸ τίνος οὖν ζωοποιεῖται τὰ πάντα ζῷα; ὑπὸ τίνος ἀθανατίεται τὰ ἀθάνατα; ὑπὸ τίνος μεταβάλλεται τὰ μεταβλητά; εἴτε δὲ ὕλην, εἴτε σῶμα, εἴτε οὐσίαν φῄς, ἴσθι καὶ ταύτας οὔϲας ἐνεργείας τοῦ θεοῦ· ⟨ὁ γὰρ θεὸς⟩ καὶ ⟨τῆς⟩ ὕλη⟨ς⟩ ἐνεργεῖ τὴν ὑλότητα, καὶ τῶν σωμάτων ⟨τὴν⟩ σωματότητα, καὶ ⟨τ⟩ῆ⟨ς⟩ οὐσία⟨ς⟩ τὴν οὐσιότητα. καὶ τοῦτο ἔστιν ὁ θεός, τὸ πᾶν·
ἐν δὲ τῷ παντὶ οὐδέν ἐστιν ὃ μὴ ἔστιν. ὅθεν οὔτε μέγεθος οὔτε τόπος οὔτε ποιότης οὔτε σχῆμα οὔτε χρόνος παρὰ τὸν
θεόν ἐστι· πᾶν γάρ ἐστι, τὸ δὲ πάν διὰ πάντων καὶ περὶ πάντα.τοῦτον [τὸν λόγον], ὦ τέκνον, προσκύνει καὶ θρήσκευε. θρησκεία δὲ τοῦ θεοῦ μία ἐστί, μὴ εἶναι κακόν.