Κλείς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨καὶ μ⟩ὴν οἱ δυνάμενοι πλέον τι ἀρύσασθαι τῆς θέας κατακοιμίζονται
πολλάκις δῊ ὑπὸ τοῦ σώματος· ⟨ἀπολυθέντες δὲ τοῦ σώματος⟩ εἰς τὴν καλλίστην ὄψιν ⟨ἐνέτυχον⟩, ὥϲπερ Οὐρανὸς καὶ Κρόνος, οἱ ἡμέτεροι πρόγονοι, ἐντετυχήκασιν.—Εἴθε καὶ ἡμεῖς, ὦ πάτερ. —Εἴθε γάρ, ὦ τέκνον· νῦν δὲ ἔτι ἀτονοῦμεν πρὸς τὴν ὄψιν, καὶ οὕτως οὐκ ἰσχύομεν ἀναπετάσαι ἡμῶν τοὺς τοῦ νοῦ ὀφθαλμούς, καὶ θεάσασθαι τὸ κάλλος τοῦ ἀγαθοῦ, ἐκεῖνο[υ] τὸ ἄφθαρτον, τὸ ⟨ἀλ⟩άλη[π]τον. τότε γὰρ αὐτὸ ὄψει, ὅταν μηδὲν περὶ αὐτοῦ ἔχῃς εἰπεῖν· ἡ γὰρ γνῶσις αὐτοῦ Βαθεῖα σιωπή ἐστι, καὶ καταργία πασῶν τῶν αἰσθήσεων.οὔτε γὰρ ἄλλο τι δύναται νοῆσαι ὁ τοῦτο νοήσας, οὔτε ἄλλο τι θεάσασθαι ὁ τοῦτο θεασάμενος, οὔτε περὶ ἄλλου τινὸς ἀκοῦσαι, οὔτε τὸ σύνολον τὸ σῶμα κινῆσαι· πασῶν γὰρ τῶν σωματικῶν αἰσθήσεών τε καὶ κινήσεων ἐπιλαθόμενος ἀτρεμεῖ· περιλάμψαν δὲ [πάντα] τὸν νοῦν, [καὶ] τὴν ὅλην ψυχὴν ἀναλαμΒ⟨άν⟩ει καὶ ἀνέλκει διὰ τοῦ σώματος, καὶ ὅλον αὐτὸν εἰς οὐσίαν μεταβάλλει. ἀδύνατον γάρ, ὦ τέκνον, ψυχὴν ἀποθεωθῆναι ἐν σώματι ἀνθρώπου ⟨μένουσαν· ἀλλὰ χρὴ μεταβληθῆναι αὐτήν, καὶ οὕτω δὴ⟩ θεασαμένην τοῦ ἀγαθοῦ ⟨τὸ⟩ κάλλος [τῷ] ἀποθεωθῆναι.—
Πῶς λέγεις, ὦ πάτερ;—Πάσης ψυχῆς, ὦ τέκνον, διαιρετῆς μεταβολαὶ⟨πολλαὶ⟩ δΉ.—Πῶς πάλιν διαιρετῆς;—Οὐκ ἤκουσας ἐν τοῖς γενικοῖς, ὅτι ἀπὸ μιᾶς ψυχῆς τῆς τοῦ παντὸς πᾶσαι αἱ ψυχαί εἰσιν αὗται ⟨⟨ὥσπερ ἀπονενεμημέναι⟩⟩, ⟨αἱ⟩ ἐν τῷ παντὶ κόσμῳ κυλινδούμεναι[[ὥσπερ ἀπονενεμημέναι]]; τούτων τοίνυν τῶν ψυχῶν πολλαὶ αἱ μεταβολαί, τῶν μὲν ἐπὶ τὸ εὐτυχέστερον, τῶν δὲ ἐπὶ τὸ ἐναντίον. αἱ μὲν γὰρ ἑρπετώδεις οὖσαι εἰς ἔνυδρα μεταβάλλουσιν, αἱ δὲ ἔνυδροι εἰς χερσαῖα, αἱ δὲ χερσαῖαι εἰς πετεινά, αἱ δὲ ἀέριαι εἰς ἀνθρώπους· αἱ δὲ ἀνθρώπειαι, ἀρχὴν ἀθανασίας [ι]σχοῦσαι, εἰς δαίμονας
μεταβάλλουσιΝ, εἶθ’ οὕτως εἰς τὸν τῶν θεῶν χορὸν χωρ[ευ]οῦσι· [χοροὶ δὲ δύο θεῶν, ὁ μὲν τῶν πλανωμένων, ὁ δὲ τῶν ἀπλανῶν·] καὶ αὕτη ψυχῆς ἡ τελειοτάτη δόξα.ψυχὴ δὲ εἰς ἀνθρώπου σῶμα εἰσελθοῦσα, ἐὰν κακὴ μείνῃ, οὐ[τε] γεύεται ἀθανασίας, [οὔτε τοῦ ἀγαθοῦ μεταλαμβάνει,] παλίσσυρτος δὲ τὴν ὁδὸν ὑποστρέφει τὴν ἐπὶ τὰ ἑρπετά· ⟨⟨καὶ ἡ κακοδαίμων, ἀγνοήσασα ἑαντήν, δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς.⟩⟩ καὶ αὕτη καταδίκη ψυχῆς κακῆς.
κακία δὲ ψυχῆς ἀγνωσία· ψυχὴ γὰρ μηδὲν γνοῦσα τῶν ὄντων, μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δέ, ἐντινάσσε⟨τα⟩ι τοῖς σωματικοῖς πάθεσι, [[καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς,]] ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα, καὶ οὐκ ἄρχουσα, ἀλλ᾽ ἀρχομένη.
αὕτη κακία ψυχῆς. τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶ ἀγαθὸς καὶ εὐσεβής, καὶ ἤδη θεῖος.—Τίς δέ ἐστιν οὗτος, ὦ πάτερ;—Ὁ μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων. ὁ γὰρ διαλόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον, σκιαμαχεῖ· ὁ γὰρ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] οὔτε λέγεται οὔτε ἀκούεται. [[τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν]] ⎡αἱ αἰσθήσεις εἰσὶ⎤ [[διὰ τὸ μὴ a δύνασθαι εἶναι χωρὶς αὐτοῦ]].