Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Τὸν χθὲς λόγον, ὦ Ἀσκληπιέ, σοὶ ἀνέθηκα· τὸν δὲ σήμερον δίκαιόν ἐστι τῷ Τὰτ ἀναθεῖναι, ἐπεὶ καὶ τῶν ⟨γ⟩ενικῶν λόγων τῶν πρὸς αὐτὸν λελαλημένων ἐστὶν ἐπιτομή.

ὁ μὲν οὖν θεὸς καὶ πατήρ, καὶ τὸ ἀγαθόν, ὦ Τάτ, τὴν 10 αὐτὴν ἔχει φύσιν, μᾶλλον δὲ [καὶ] ἐνέργειαν. ἡ μὲν γὰρ φύσ⟨ις γενέσ⟩εως καὶ αὐξήσεώς ἐστι προσηγορία, ἅπερ ἐστὶ περὶ τὰ μεταβλητὰ καὶ κινητά· ⟨ἡ δὲ τοῦ θεοῦ ἐνέργεια περὶ τὰ ἀμετάβλητα⟩ καὶ ἀκίνητα, τουτέστι τὰ θεῖα [τε], ⟨⟨ὧν⟩⟩ καὶ ⟨τὰ⟩ ἀνθρώπεια [[ὧν]] αὐτὸς βούλεται εἶναι. ἀλλαχοῦ δὲ ⟨περὶ⟩ ἐνεργειῶν [[καθὼς καὶ ἐπὶ τῶν ἄλλων]] ἐδιδάξαμεν θείων τε καὶ ἀνθρωπίνων· ἃ δεῖ νοεῖν ἐπὶ τούτου ⟨⟨καθὼς καὶ ἐπὶ τῶν ἄλλων⟩⟩.

ἡ γὰρ τούτου ἐνέργεια ἡ θέλησίς ἐστι· καὶ ἡ οὐσία αὐτοῦ τὸ θέλειν πάντα εἶναι. τί γάρ ἐστι⟨ν ὁ⟩ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] ἢ τὸ τῶν πάντων εἶναι οὐκέτι ὄντων; ἀλλὰ ὕπαρξις αὕτη τῶν ὄντων. τοῦτο ὁ θεός, τοῦτο ὁ πατήρ. τούτῳ ⟨δὲ πρόσεστι⟩ τὸ ἀγαθόν, ⟨τοιοῦτο ὂν⟩ ὃ μηδεν⟨ὶ⟩ πρόσεστι

τῶν ἄλλων. ὁ μὲν γὰρ κόσμος [καὶ ὁ ἥλιος] τῶν κατὰ μετουσίαν ⟨ἀγαθῶν⟩ καὶ αὐτὸς πατήρ, οὐκέτι δὲ τοῦ ἀγαθοῦ τοῖς ζῴοις ἴσως αἴτιός ἐστιν· οὐδὲ ⟨γὰρ⟩ τοῦ ζῆν· εἰ δέ [τοῦτο οὕτως ἔχει], πάντως μέντοι ἀναγκαζόμενος ὑπὸ τοῦ [ἀγαθοῦ] θελήματος ⟨τοῦ θεοῦ⟩, οὗ χωρὶς οὔτε εἶναί ⟨τι⟩ οὔτε γενέσθαι δυνατόν.

αἴτιος δέ, ὡϲ πατὴρ τοῖϲ τέκνοιϲ, καὶ τῆς σπορᾶς καὶ τῆς τροφῆς, ⟨παρὰ τοῦ θεοῦ⟩ τὴν ⟨χ⟩ορΗΓίαν λαβὼν τοῦ ἀγαθοῦ [διὰ τοῦ ἡλίου]. τὸ γὰρ ἀγαθόν ἐστι τὸ ποιητικόντοῦτο δὲ οὐ δυνατὸν ἐγγενέσθαι ἄλλῳ τινὶ ἢ μόνῳ ἐκείνῳ, τῷ μηδὲν μὲν λαμβάνοντι, πάντα δὲ θέλοντι εἶναι. οὐ γὰρ ἐρῶ, ὦ Τάτ, ποιοῦντι· ὁ γὰρ ποιῶν ἐλλιπής ἐστι πολλῷ χρόνῳ, ⎡ἐν ᾧ⎤ ὅτε μὲν ποιεῖ, ὅτε δὲ οὐ ποιεῖ. καὶ ποιότητας καὶ ποσότητας ⟨ποιεῖ⟩· ποτὲ μὲν γὰρ ποσὰ καὶ ποιὰ ⟨ποιεῖ⟩, ὅτε δὲ τὰ ἐναντία. ὁ δὲ θεὸς [καὶ πατὴρ καὶ τὸ ἀγαθὸν] τῷ ⟨θέλειν⟩ εἶναι τὰ πάντα ⟨πάντων πατήρ⟩.

[[οὕτως ἄρα]] [ταῦτα] [[τῷ δυναμένῳ ἰδεῖν]] καὶ γὰρ ταῦτα θέλει εἶναι, καὶ ⟨⟨οὕτως ἄρα⟩⟩ ἔστι καὶ αὐτά. μάλιστα δὲ αὐτὸ ⟨⟨ἔστι τὸ ἀγαθόν, ὦ Τάτ⟩⟩· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ τοῦτο ἔστιν.

⟨...⟩ ἴδιον γὰρ τοῦ ἀγαθοῦ τὸ γνωρίζεσθαι [[ἔστὶ τὸ ἀγαθὸν ὦ Τὰτ]] ⟨⟨τῷ δυναμένῳ ἰδεῖν⟩⟩.—Ἐπλήρωσας ἡμᾶς, ὦ πάτερ, τῆς ἀγαθῆς καὶ καλλίστης θέας· καὶ ὀλίγου δεῖν ⟨ἐπ⟩εσκιάσθη μου ὁ τοῦ νοῦ ὀφθαλμὸς ὑπὸ τῆς τοιαύτης ⎡θέας⎤.—Οὐ γὰρ ὥσπερ ἡ τοῦ ἡλίου ἀκτὶς πυρώδης οὖσα καταυγάζει καὶ μύειν ποιεῖ τοὺς ὀφθαλμούς, οὕτω καὶ ἡ τοῦ ἀγαθοῦ θέα· τοὐναντίον δὲ ἐκλάμπει [καὶ] ἐπὶ τοσοῦτον, ἐφ᾽ ὅσον δύναται ὁ θεώμενος δέξασθαι τὴν ἐπεισροὴν τῆς νοητῆς λαμπηδόνος. ὀξυτέρα μὲν γάρ ἐστιν εἰς τὸ καθικνεῖσθαι, ἀβλαβὴς δέ, καὶ πάσης ἀθανασίας ἀνάπλεως.