Κλείς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει. αἴσθησις μὲν γὰρ γίνεται τοῦ ⟨ὑλικοῦ⟩ ἑππικρατοῦντος, ⟨ὀργάνῳ χρωμένη τῷ σώματι,⟩ ⟨⟨διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ·⟩⟩ γνῶσις δὲ [ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ· πᾶσα γὰρ ἐπιστήμη] ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ· ὁ δὲ νοῦς τῷ σώματι ⟨ἐναντίος⟩. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα ⟨εἰσδῦσα ψυχή⟩, τά τε νοητὰ καὶ τὰ ὑλικά. ⟨⟨καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον·⟩⟩ ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι. [[καὶ
τοῦτο ἄλλως εἶναι ἀδύνατον.]] ⟨⟨τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν,⟩⟩ ⟨...⟩—Τί[ς] οὖν ὁ ὑλικὸς θεὸς ὁδί, ⟨ὁ κόσμος⟩;—Ο⟨ὐ⟩ κακὸς ⟨ὁ⟩ κόσμος, οὐκέ[σ]τι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ [ευ]παθητός. καὶ πρῶτος μὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων, [καὶ αὐτοδεὴς] καὶ αὐτὸς [ποτὲ μὲν γενόμενος] ἀεὶ [δὲ] ὤν, ὢν δὲ ἐν γενέσει, καὶ γινόμενος ἀεὶ ⟨τῇ⟩ γενέσει τῶν ποιῶν καὶ τῶν ποσῶν. κινητὸς [γ]ἄρ⟨α⟩· πᾶσα γὰρ ⟨⟨γένεσις⟩⟩ ὑλικὴ κίνησίς [[γένεσις]] ἐστιν.
ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, [κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν,] [⎡νοῦς δὲ κεφαλὴ αὕτη⎤ σφαιρικῶς κινουμένη, τοῦτο ἔστι κεφαλικῶς,] ὅσα οὖν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, ⟨ἐν ᾧ...⟩ ἐστὶν ἡ ψυχή, ἀθάνατα πέφυκεν, [ὥσπερ] [[ἐν ψυχῇ δὲ σώματος πεποιημένου]] [καὶ] πλείω τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα. [[πᾶν δὲ ζῷον]] ὥστε τὸ πᾶν ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκεν. ⟨⟨ἐΜψύχοΥ δὲ ⟨τοῦ⟩ σώματος πεποιημένου,⟩⟩ ⟨τὸ⟩ ⟨⟨πᾶν δῊ ζῷον.⟩⟩
καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός.
ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον, ὁ νοῦς [ἐν τῷ λόγῳ, ὁ λόγος] ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ πνεύματι· τὸ ⟨δὲ⟩ πνεῦμα, διῆκον διὰ ⟨τῶν⟩ [φλεβῶν
καὶ] ἀρτηριῶν [καὶ] ⟨μετὰ τοῦ⟩ αἵματος, κινεῖ τὸ [ζῷον] ⟨σῶμα⟩ καὶ ὥσπερ φόρτον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα ἐνόμισαν εἶναι, σφαλλόμενοι τῆc φύσεωϲ, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ [[τοῦ πνεύματος ἀναχωρήσαντος εἰς]] ⟨ἐξελθεῖν⟩ τὴν ψυχήν, καὶ τότε, ⟨⟨τοῦ πνεύματος ἀναχωρήσαντος εἰς⟩⟩ ⟨τὸ περιέχον⟩, τὸ αἷμα παγῆναι κατὰ τὰς φλέβας, καὶ τὰς ἀρτηρίας κενωθείσας [τὸ ζῷον] καταλ[ε]ιπεῖν. καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος.ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου. καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάντων ἀρχὴ γένηται· τὸ δὲ ἓν μόνον ἕστηκεν, καὶ οὐ κινεῖται.