Κλείς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
[καὶ] τρία τοίνυν ταῦτα, ὁ θεός [καὶ πατὴρ καὶ τὸ ἀγαθόν], καὶ ὁ κόσμος, καὶ ὁ ἄνθρωπος· καὶ τὸν μὲν κόσμον ὁ θεὸς ἔχει, τὸν δὲ ἄνθρωπον ὁ κόσμος. καὶ γίνεται ὁ μὲν κόσμος τοῦ θεοῦ υἱός, ὁ δὲ ἄνθρωπος τοῦ κόσμου ⟨υἱός, καὶ τοῦ θεοῦ⟩ ὥσπερ ἔΓγονος.
οὐκ ἄρ⟨α⟩ ἀγνοεῖ τὸν ἄνθρωπον ὁ θεός, ἀλλὰ καὶ πάνυ γνωρίζει, καὶ θέλει γνωρίζεσθαι. τοῦτο μόνον σωτήριον ἀνθρώπῳ ἐστίν, ἡ γνῶσις τοῦ θεοῦ· αὕτη εἰς τὸν Ὄλυμπον ἀνάβασις· τούτῳ μόνῳ ἀγαθὴ ⟨⟨γίνεται⟩⟩ ψυχή.
⟨...⟩ καὶ οὐδέποτε ἀγαθὴ ⟨μένει⟩, κακὴ δὲ [[γίνεται]] κατ᾽ ἀνάγκην γίνεται.—Πῶς τοῦτο λέγεις, ὦ τρισμέγιστε;υχὴν παιδὸς θέασαι, ὦ τέκνον, [ε]αὐτὴν διάλυσιν αὑτῆς μηδέπω ἐπιδεχομένην, τοῦ σώματος αὐτῆς ἔτι ὀλίγ⟨ου⟩ ὄν⟨τος⟩ καὶ μηδέπω τὸ πᾶν ὠγκωμένου, πῶς καλὴ[ν μέν] βλέπειν πανταχοῦ, μηδέπω[τε δὲ] τεθολωμένη[ν] ὑπὸ τῶν τοῦ σώματος παθῶν, ἔτι σχεδὸν ἠρτημένη τῆς τοῦ κόσμου ψυχῆς. ὅταν δὲ ὀγκωθῇ τὸ σῶμα, καὶ κατασπάσῃ αὐτὴν εἰς τοὺς [τοῦ σώματος] ὄγκους, ⟨⟨ἐγγεννᾷ λήθην·⟩⟩ διαλύσασα δὲ ἑαυτὴν
[[ἐγγεννᾷ λήθην]] [καὶ] τοῦ καλοῦ καὶ ἀγαθοῦ, οὐ⟨κέτι τούτου⟩ μεταλαμβάνει, ⟨τ⟩ῇ δὲ λήθῃ κακῊ γίνεται.τὸ δὲ [αὐτὸ] ⟨ἐναντίον⟩ συμβαίνει [καὶ] τοῖς τοῦ σώματος ἐξιοῦσιν. ἀναδραμοῦσα γὰρ ἡ ψυχὴ εἰς ⟨τὰ⟩ ἑαυτῆϲ ⟨τοῦ πνεύματος χωρίζεται, καὶ ὁ νοῦς τῆς ψυχῆς⟩· [[συστέλλεται τὸ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα]] ὁ δὲ νοῦς καθαρὸς γενόμενος τῶν ἐνδυμάτων, θεῖος ὢν φύσει, σώματος πυρίνου ⟨ἐπι⟩λαβόμενος περιπολεῖ πάντα τόπον, καταλιπὼν τὴν ψυχὴν κρίσει καὶ τῇ κατ᾽ ἀξίαν δίκῃ.—Πῶς τοῦτο λέγεις, ὦ πάτερ, ⟨ὅτι⟩ ὁ νοῦς τῆς ψυχῆς χωρίζεται [καὶ ἡ ψυχὴ τοῦ πνεύματος], [σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχήν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα];—