Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἡ δὲ νοητὴ στάσις κινεῖ τὴν ὑλικὴν κίνησιν τὸν τρόπον τοῦτον. ἐπεὶ ὁ κόσμος σφαῖρά ἐστι, τουτέστι κεφαλή, [κεφαλῆς δὲ οὐδὲν ὑπεράνω ὑλικόν, ὥσπερ οὐδὲ ποδῶν οὐδὲν νοητὸν ὑποκάτω, πᾶν δὲ ὑλικόν,] [⎡νοῦς δὲ κεφαλὴ αὕτη⎤ σφαιρικῶς κινουμένη, τοῦτο ἔστι κεφαλικῶς,] ὅσα οὖν προσήνωται τῷ ὑμένι τῆς κεφαλῆς ταύτης, ⟨ἐν ᾧ...⟩ ἐστὶν ἡ ψυχή, ἀθάνατα πέφυκεν, [ὥσπερ] [[ἐν ψυχῇ δὲ σώματος πεποιημένου]] [καὶ] πλείω τοῦ σώματος τὴν ψυχὴν ἔχοντα· τὰ δὲ πόρρω τοῦ ὑμένος θνητά, πλέον ἔχοντα τῆς ψυχῆς τὸ σῶμα. [[πᾶν δὲ ζῷον]] ὥστε τὸ πᾶν ἔκ τε ὑλικοῦ καὶ νοητοῦ συνέστηκεν. ⟨⟨ἐΜψύχοΥ δὲ ⟨τοῦ⟩ σώματος πεποιημένου,⟩⟩ ⟨τὸ⟩ ⟨⟨πᾶν δῊ ζῷον.⟩⟩

καὶ ὁ μὲν κόσμος πρῶτοΝ ⟨⟨τῶν ἄλλων ζῴων⟩⟩· ὁ δὲ ἄνθρωπος δεύτερον ζῷον μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν [[τῶν [μὲν] ἄλλων ζῴων]] [τὸ ἔμψυχον ἔχει]. οὐκέτι δὲ [[μόνον]] οὐκ ἀγαθὸς ⟨⟨μόνον⟩⟩, ἀλλὰ καὶ κακός, ὡς θνητός. ὁ μὲν γὰρ κόσμος οὐκ ἀγαθός, ὡς κινητός, οὐ κακὸς δέ, ὡς ἀθάνατος· ὁ δὲ ἄνθρωπος καὶ ὡς κινητὸς ⟨οὐκ ἀγαθός⟩, καὶ ὡς θνητὸς κακός.

ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον, ὁ νοῦς [ἐν τῷ λόγῳ, ὁ λόγος] ἐν τῇ ψυχῇ, ἡ δὲ ψυχὴ ἐν τῷ πνεύματι· τὸ ⟨δὲ⟩ πνεῦμα, διῆκον διὰ ⟨τῶν⟩ [φλεβῶν

καὶ] ἀρτηριῶν [καὶ] ⟨μετὰ τοῦ⟩ αἵματος, κινεῖ τὸ [ζῷον] ⟨σῶμα⟩ καὶ ὥσπερ φόρτον τινὰ βαστάζει. διὸ καί τινες τὴν ψυχὴν αἷμα ἐνόμισαν εἶναι, σφαλλόμενοι τῆc φύσεωϲ, οὐκ εἰδότες ὅτι πρῶτον δεῖ [[τοῦ πνεύματος ἀναχωρήσαντος εἰς]] ⟨ἐξελθεῖν⟩ τὴν ψυχήν, καὶ τότε, ⟨⟨τοῦ πνεύματος ἀναχωρήσαντος εἰς⟩⟩ ⟨τὸ περιέχον⟩, τὸ αἷμα παγῆναι κατὰ τὰς φλέβας, καὶ τὰς ἀρτηρίας κενωθείσας [τὸ ζῷον] καταλ[ε]ιπεῖν. καὶ τοῦτο ἔστιν ὁ θάνατος τοῦ σώματος.

ἐκ μιᾶς δὲ ἀρχῆς τὰ πάντα ἤρτηται, ἡ δὲ ἀρχὴ ἐκ τοῦ ἑνὸς καὶ μόνου. καὶ ἡ μὲν ἀρχὴ κινεῖται, ἵνα πάντων ἀρχὴ γένηται· τὸ δὲ ἓν μόνον ἕστηκεν, καὶ οὐ κινεῖται.