Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι [καὶ συμπνεῖν], καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. ἡ σύνθεσις [τῶν ἐνδυμάτων] τούτων ἐν σώματι γηίνῳ γίνεται. ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσ⟨ασθ⟩αι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνέχεσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. ἔλαβεν οὖν ὥσπερ περιβολὴν τὴν ψυχήν· ἡ δὲ ψυχή. καὶ αὐτὴ θεία τις οὖσα, καθαπερεὶ περι⟨βολῇ⟩ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ [ζῷον] ⟨σῶμα⟩ διοικεῖ· ⟨⟨συστέλλεται ⟨γὰρ⟩ τὸ ⟨μὲν⟩ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα.⟩⟩

ὅταν οὖν ὁ νοῦς ἀπαλλαγῇ τοῦ γηίνου σώματος, τὸν ἴδιον εὐθὺς ἐνεδύσατο χιτῶνα, τὸν πύρινον, ὃν οὐκ ἠδύνατο ἔχων εἰς τὸ γήινον σῶμα κατοικῆσαι. γῆ γὰρ πῦρ οὐ βαστάζει· πᾶσα γὰρ φλέγεται καὶ ὑπὸ ὀλίγου σπινθῆρος· καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ περικέχυται τῇ γῇ, ὥσπερ ἔρυμα καὶ τεῖχος ἀντέχον πρὸς τὴν τοῦ πυρὸς φλόγα. νοῦς δέ, ὀξύτατος ὢν πάντων τῶν [θείων] νοη[μα]τῶν, καὶ τὸ ὀξύτατον πάντων τῶν

στοιχείων ἔχει σῶμα, τὸ πῦρ. δημιουργὸς γὰρ ὢν [πάντων] ὁ νοῦς ὀργάνῳ τῷ πυρὶ πρὸς τὴν δημιουργίαν χρῆται. καὶ ὁ μὲν τοῦ παντὸς τῶν πάντων ⟨δημιουργός⟩, ὁ δὲ τοῦ ἀνθρώπου τῶν ἐπιγείων μόνον· γυμνὸς γὰρ ὢν τοῦ πυρὸς ὁ ἐν ἀνθρώπῳ νοῦς ἀδυνατεῖ τὰ θεῖα δημιουργεῖν, ἀνθρώπινος ὢν τῇ οἰκήσει.

ψυχὴ δὲ ἀνθρωπίνη, οὐ πᾶσα μέν, ἡ δὲ εὐσεβής, δαιμονία τίς ἐστι καὶ θεία· καὶ ἡ τοιαύτη ψυχή, [[μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος]] τὸν τῆς εὐσεβείας ἀγῶνα ἀγωνισαμένη, —ἀγὼν δὲ εὐσεβείας τὸ γνῶναι τὸν θεὸν καὶ μηδένα ἀνθράώπαων ἀδικῆσαι,—ὅλη νοῦς γίνεται· ⟨καὶ⟩ ⟨⟨μετὰ τὸ ἀπαλλαγῆναι τοῦ σώματος,⟩⟩ ⟨⟨ὅταν δαίμων γένηται, πυρίνου τυχεῖν σώματος τέτακται πρὸς τὰς τοῦ θεοῦ ὑπηρεσίας.⟩⟩ ἡ δὲ ἀσεβὴς ψυχὴ μένει ἐπὶ τῆς ἰδίας οὐσίας, ὑφ᾽ ἑαυτῆς κολαρμένη, καὶ γήινον σῶμα ζητοῦσα εἰς ὃ εἰσέλθῃ.

ἀνθρώπινον δέ· ἄλλο γὰρ σῶμα οὐ χωρεῖ ἀνθρωπίνην ψυχήν. οὐδὲ θέμις ἐστὶν εἰς ἀλόγου ζῴου σῶμα ψυχὴν ἀνθρωπίνην καταπεσεῖν· θεοῦ γὰρ νόμος οὗτος, φυλάσσειν ψυχὴν ἀνθρωπίνην ἀπὸ τῆς τοιαύτης ὕβρεως.