Κλείς

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

κακία δὲ ψυχῆς ἀγνωσία· ψυχὴ γὰρ μηδὲν γνοῦσα τῶν ὄντων, μηδὲ τὴν τούτων φύσιν, μηδὲ τὸ ἀγαθόν, τυφλώττουσα δέ, ἐντινάσσε⟨τα⟩ι τοῖς σωματικοῖς πάθεσι, [[καὶ ἡ κακοδαίμων ἀγνοήσασα ἑαυτὴν δουλεύει σώμασιν ἀλλοκότοις καὶ μοχθηροῖς,]] ὥσπερ φορτίον βαστάζουσα τὸ σῶμα, καὶ οὐκ ἄρχουσα, ἀλλ᾽ ἀρχομένη.

αὕτη κακία ψυχῆς. τοὐναντίον δὲ ἀρετὴ ψυχῆς γνῶσις· ὁ γὰρ γνοὺς καὶ ἀγαθὸς καὶ εὐσεβής, καὶ ἤδη θεῖος.—Τίς δέ ἐστιν οὗτος, ὦ πάτερ;—Ὁ μὴ πολλὰ λαλῶν, μηδὲ πολλὰ ἀκούων. ὁ γὰρ διαλόγοις σχολάζων καὶ ἀκοαῖς, ὦ τέκνον, σκιαμαχεῖ· ὁ γὰρ θεὸς καὶ πατὴρ [καὶ τὸ ἀγαθὸν] οὔτε λέγεται οὔτε ἀκούεται. [[τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν]] ⎡αἱ αἰσθήσεις εἰσὶ⎤ [[διὰ τὸ μὴ a δύνασθαι εἶναι χωρὶς αὐτοῦ]].

γνῶσις δὲ αἰσθήσεως πολὺ διαφέρει. αἴσθησις μὲν γὰρ γίνεται τοῦ ⟨ὑλικοῦ⟩ ἑππικρατοῦντος, ⟨ὀργάνῳ χρωμένη τῷ σώματι,⟩ ⟨⟨διὰ τὸ μὴ δύνασθαι εἶναι χωρὶς αὐτοῦ·⟩⟩ γνῶσις δὲ [ἐστιν ἐπιστήμης τὸ τέλος, ἐπιστήμη δὲ δῶρον τοῦ θεοῦ· πᾶσα γὰρ ἐπιστήμη] ἀσώματος, ὀργάνῳ χρωμένη αὐτῷ τῷ νοΐ· ὁ δὲ νοῦς τῷ σώματι ⟨ἐναντίος⟩. ἀμφότερα οὖν χωρεῖ εἰς σῶμα ⟨εἰσδῦσα ψυχή⟩, τά τε νοητὰ καὶ τὰ ὑλικά. ⟨⟨καὶ τοῦτο ἄλλως εἶναι ἀδύνατον·⟩⟩ ἐξ ἀντιθέσεως γὰρ καὶ ἐναντιότητος δεῖ τὰ πάντα συνεστάναι. [[καὶ

τοῦτο ἄλλως εἶναι ἀδύνατον.]] ⟨⟨τούτου δὲ οὕτως ἔχοντος ἐν πᾶσι τοῖς οὖσιν,⟩⟩ ⟨...⟩—

Τί[ς] οὖν ὁ ὑλικὸς θεὸς ὁδί, ⟨ὁ κόσμος⟩;—Ο⟨ὐ⟩ κακὸς ⟨ὁ⟩ κόσμος, οὐκέ[σ]τι δὲ ἀγαθός· ὑλικὸς γάρ, καὶ [ευ]παθητός. καὶ πρῶτος μὲν πάντων παθητῶν, δεύτερος δὲ τῶν ὄντων, [καὶ αὐτοδεὴς] καὶ αὐτὸς [ποτὲ μὲν γενόμενος] ἀεὶ [δὲ] ὤν, ὢν δὲ ἐν γενέσει, καὶ γινόμενος ἀεὶ ⟨τῇ⟩ γενέσει τῶν ποιῶν καὶ τῶν ποσῶν. κινητὸς [γ]ἄρ⟨α⟩· πᾶσα γὰρ ⟨⟨γένεσις⟩⟩ ὑλικὴ κίνησίς [[γένεσις]] ἐστιν.