Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας, ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ δὲ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσαγέντα εὐθύμως ὑποσταίῃς; ἢ οὐκ οἶσθα, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις κἂν τοῖς σώμασιν ἀπολιμπάνωνται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ ταῖς ψυχαῖς ἀποδημοῦσι τοῖς φίλοις.

Κάγὼ ἀπεκρινάμην· μὴ τοίνυν νομίσῃς, κύριέ μου, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γὰρ, κύριέ μου, ἀντὶ πάντων σὲ ἔχω πατρός τε καὶ μητρὸς, καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθεῖας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις δὲ δεδοιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν ἔσομαι, ὅσπερ νῦν οὕτως ἐνστάσεως ἔχω ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τις βούλεταί μοι συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπεῖν κατὰ θεὸν οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα ὁμόφρονα ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδείος εἰμί σοι συνοδοιπόρος. ᾧ καὶ τὰ μέγιστα χαρίζει, εἰ τὰς δούλων μοι ὑπηρεσίας ἐπιτρέποις ποιεῖν.

Καὶ ὁ Πέτρος ἀκούσας γελοιάζων ἔφη· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ᾽αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅτινα ποικίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ἐκτευηλυμένων ἀνθρώπων ὡς θηρίω μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι καὶ σπανίως λαχάνοις, καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ὑπάρχει τοῦτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰωνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥαδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξασ βίον. ἡμεῖς γὰρ ἐκ παίδων, ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος καὶ κατὰ θεὸν ἀδελφὸς ὢν ἐμὸς, οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργατείαν ἐθισθέντες εὐμαρῶς νῦν τὰς ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι μέρη.

Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὗ πάντεσ οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττονες τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κἀγω ἔφην· τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιούτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτεσ, τοῦτο ποεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ θεοῦ κήρυκι τὰς ἡμετέρας σώζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθὼς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὢν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποεῖν ὑπηρεσίας, κἂν πάνυ εὐγενεῖς τυγχάνωμεν. κἀγὼ ἔφην· εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμ· πλὴν χάριν ἔχω τῇ τοῦ θεοῦ προνοίᾳ ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην.

Καὶ ὁ Πέτρος ἐπυνθάνετο· οὐδεὶς δέ σου ἀληθῶς πρὸς γένους ὑπάρχει; κἀγω ἀπεκρινάμην· εἰσὶν μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες

καίσαρος πρὸς γένους ὄντες. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ αὐτὸς καῖσαρ συγγενίδα συνηρμόσατο γυναῖκα, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοὶ, δύο μὲν πρὸ ἐμοῦ, οἵ καὶ δίδυμοι ὄντες πάνυ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς αὐτὸς ὁ πατὴρ ἔλεγέν μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν τὸ εἶδος ἀναφέρω ἡ μὲν οὖν μήτηρ μου Ματτιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, τῶν δὲ ἀδελφῶν καὶ αὐτῶν ὁ μὲν Φαυστῖνος ἐκαλεῖτο, ὁ δὲ Φαυστινιανὸς ἐλέγετο. ἐμοῦ οὖν τρίτου ἐπιγεν‐ νηθέντος αὐτοῖς ἡ μήτηρ ὄνειρον ἑωράκει, ὥσπερ ὁ πατήρ μου ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους υἱοὺς αὐτῆς ἐξαυτῆς παραλαβοῦσα τὴν Ῥωμαίων πρὸς ἀποδημίαν ἐξέλθοι πόλιν ἐπὶ ἔτη δέκα, πανολεθρίῳ μόρῳ ἅμα αὐτοῖς ἀποθανεῖν ἔχοι.

LXXVII. Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐμβαλόμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν, ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχεν μεθ’ ἑαυτοῦ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ κεκελεύκει ᾅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. περαιωθέντος οὖν ἐνιαυτοῦ ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς αὐτοῦ, ἅμα τε καὶ μαθεῖν τὸ πῶς διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐχ ὑπέστρεψαν. τρίτῳ δὲ ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως μετὰ ἐφοδίων, οἱ τινες τετάρτῳ ἐνιαυτῷ ἦλθον ἀναγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ἑωρακέναι, μήτε μὴν αὐτοὺς ταῖς Ἀθήναις ἐπιδεδημηκέναι, μήδε ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἀν ἴχνος εὑρηκέναι.