Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Τῇ οὖν ἐπιούσἡ ἡμέρᾳ ὁ Πέτρος ἅμα τοῖς ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον ἐλθὼν ἤρξατο λέγειν· ὁ Θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν μόνος ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ πολιτευσάμενοι καλῶς ἐν ἡμέρα, ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ἀξίαν ἀπολαύσωσι, διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως θεῷ πειθόμενοι, ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίας καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν ἐντολήν. οὕτω γὰρ ὑμῖν ἐξ αὐτῆς ἀνατελεῖ τὰ ἀγαθὰ, καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς αἐὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν. ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ καὶ τᾶ ἄλλων δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσε. ὁ δὲ χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἐξ αὐτῆς ἰασάμενος ἐνετείλατο αὐτοῖς ὀρθριώτερον συνελθεῖν.
Τῇ δὲ τρίτῃ ἡμέρᾳ ὀρθιώτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη· ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένος συνεὶς ἔφη· πρὸ παντων, ὦ φίλοι, ὁ θεὸς γνωρίζεται· ἔστιν δὲ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. καὶ ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσιν δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας.
Τῇ μὲν οὖν τετάρτῃ ἡμέρα ἐν Τριπόλει ὁ Πέτρος ἐγερθεὶς καὶ προσευξάμενος συνεκαθέσθη ἡμῖν καὶ ἤρξατο λέγειν· ὁ μέλλων προσιέναι τῷ θεῷ χρὴ νήφειν, σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πράως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ μὴ ἔχοντα τὰ ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸς εἶναι τῇ καρδίᾳ καὶ ἁγνος τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὒς λέγει ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστός· οὐαὶ ὑμῖν γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου· φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. καὶ ἀληθῶς. φωτισθέντος γὰρ τοῦ νοῦ τῇ γνώσει, ὁ μαθὼν δύναται
ἀγαθὸς εἶναι, ᾧ παρέπεται τὸ καθαρὸν γενέσθαι· ἐκ τῆς ἔσω γὰρ διανοίας ἡ τοῦ ἔξω σώματος ἀγαθὴ γίνεται πρόνοια. ὡς ἀπὸ τῆς κατὰ τὸ σῶμα ἀναισθησίας τῆς διανοίας πρόνοια γενέσθαι οὐ δύναται, οὕτως ὁ καθαρὸς τὸ ἔσω καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, καὶ ἔπαινον τῶν ἱστορούντων, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.Καὶ ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ ἐπαύσατο. τριῶν οὖν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν ἡμερῶν ὁ Πέτρος, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. καὶ λαβὼν ἄρτον ὁ Πέτρος εὐχαριστήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν τῷ θεῷ ἀποδεδώκαμεν. πολλοῦ δὲ ὄχλου συναθροισθέντος νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην τὸν ἀποδεξάμενον αὐτὸν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυ‐τέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος τῆς ἐκκλησίας καὶ ὑπὲρ τῆς τάξεως προσομλήσας αὐτῷ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντώχειαν τῆς Συρίας ἐπορεύετο ὀδόν.
Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διᾶ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπῄρομεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων ἡμῖν οὐ μικρὸν φθόνον εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν, μή ποτε ἡμεῖς περίβλεπτοι γενόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συστήματα δύο σποράδην.
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίθησαν Νικήτης καὶ Ἀκύλας εἰπόντες αὐτῷ· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι· πρῶτον μὲν ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν, ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγεις. πρὸς τούτοις δὲ ὡς ἐπὶ πολὺ ἡμερῶν δύο ἀνάγκη τοῦ πράττειν τοῦτο ἀπολιμπανόμεθά σου· καὶ αὑταί δὲ πολλαὶ πρὸς τὸ μὴ σὲ τὸν κύριον ἡμῶν ὁρᾶν, πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὅμως ταῦτα εἰπόντες προῆξαν.