Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος καὶ οὐκ εἰδὼς ποῦ ὁρμήσας ἐπὶ ζήτησιν αὐτῶν γένηται, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πολλῶν πυκνότερον ἐπυνθάνετο, ποῦ ἕκαστος αὐτῶν εἶδεν ἢ ἤκουσεν ἀπὸ τεσσάρων ἐτῶν γενόμενον ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ ἀντεπυνθάνετο, εἰ ἑωράκασιν σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένων. ὧν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ πολλοὺς τόπους, ὁ πατὴρ ἀκούων ἐστέναζεν. πλὴν ὑπὸ σπλάγχνων θορυβούμενος ἀλόγιστα ἐδόκει πυνθάνεσθαι, ὅτι τοσοῦτον μέγεθος θαλάττης ἐρευνᾶν ἐπειρᾶτο. ὅμως συγγνωστὸς ἦν, ὅτι τῇ πρὸς τοὺς ζητουμένους στοργῇ ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δήποτε ὑπὸ φροντισταῖς ποιήσας μὲ καὶ εἰς Ῥώμην καταλείψας δωδεκαετῆ αὐτὸς δακρύων εἰς Πόρτον κατελθὼν καὶ εἰς πλοῖον ἐμβὰς, ἀναχθεὶς ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. καὶ ἔκ τοτε εἰς τὴν σήμερον ἡμέραν οὔτε γράμματα ἐδεξάμην παρ’ αὐτοῦ, οὔτε εἰ ζῇ ἢ τέθνηκεν σαφῶς ἐπίσταμαι. μᾶλλον δὲ ὑπονοῶ, ὅτι καὶ αὐτὸς τέθνηκέν που ἢ ὑπὸ λύπης νικηθεὶς ἢ ναυαγίῳ περιπεσών. τοῦτο δὲ δεῖγμα, ὅτι ἤδη λοπὸν ἔκ τοτε εἰκοστὸν ἕτος ἐστὶν, ἀφ’ ἦς οὐδεμίαν τινὰ περὶ αὐτοῦ ἀλήθειαν ἤκουσα.

Ὁ δὲ Πέτρος ἀκούων ταῦτα ὑπὸ συμπαθείας ἐδὰκρυεν καὶ εὐθέως τοῖς συνοῦσι γνησίοις ἔφη· ταῦτα εἴ τις πέπονθεν ἐν θεοσεβείᾳ, οἷα ὁ τούτου πατὴρ, εὐθέως τῷ τῆς θεοσεβείας λόγῳ τὴν αἰτίαν προσῆπτεν ἐπιγράφων ἢ τῷ πονηρῷ. οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσι συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι ἐνταῦθα ἀλῶνται, καὶ τῆς ἐκεῖ ἐλπίδος οὐ τυγχάνουσιυ. οἱ γὰρ ἐν θεοσεβείᾳ πάσχοντες τὰ θλιβερὰ εἰς ἔκπραξιν παραπτωμάτων πάσχουσιν.

Ταῦτα τοῦ Πέτρου εἰπόντος εἷς τις τῶν ἐν ὑμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριώτερον εἰς Ἄραδον τὴν κατένανωτι νῆσον εἰσπλεῦσαι, τριάκοντα οῖμαι οὐδὲ ὅλους ἀπέχουσαν σταδίους, ὡς ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖ ἀμπελίνων δύο στύλων μέγιστα ἐχόντων πάχη. ὁ οὖν πειθήνιος Πέτρος συνεχώρησεν εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα οἱ πάντες εἰσέρχησθε εἰς τὴν θεωρίαν ὧν ἐπιθυμεῖτε· οὐ γὰρ βούλομαι στρέμματα γίνεσθαι εἰς ὑμᾶς τῶν πολιτῶν. καὶ οὕτως πλεύσαντες ῥοπῇ ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν ἔνθα οἱ ἀμπελίνοι στύλοι ἦσαν· ὅμως ἅμα αὐτοῖς ἄλλος ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.

Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν τῶν ἐκεῖ ἱστορίαν γενέσθαι, γυναικὶ δὲ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ πυκνὰ κατανοήσας ἔφη· γύναι, τί σοι τῶν μελῶν λείπει, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένγ τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ στενάξασα ἀπεκρίνατο· εἴθε γὰρ ἦσάν μοι χεῖρες ὑπουργεῖν δυνάμεναι! νῦν δέ μοι σχῆμα μόνον χειρῶν φυλάσσουσι νεκραὶ τυγκάνουσαι. καὶ ὁ Πέτρος ἐπύθετο· τίς ἡ αἰτία τοῦτο σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ ἀπεκρίνατο· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐθέν· εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ. βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.

Καὶ ὁ Πέτρος ἔφη· τί οὖν; οἴει, γύναι, ὅτι πάντως οἱ ἀναιρουντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδῃ αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ περὶ τῆς αὐτοκτονίας κολάζονται; ἡ δὲ ἔφη· εἴθε ἐπεπείσμην, ὅτι ὄντως ἐν ᾅδῃ ψυχαὶ εὑρίσκονται ζῶσαι, καὶ ἠγάπων τῆς κολάσεως καταφρονήσασα θανεῖν, ὅπως τοὺς ἐμοὺς περιποθήτους ἴδω κἂν μίαν ἡμέραν. καὶ ὁ Πέτρος ἔφη· τί ἄρα ἐστὶν τὸ λυποῦν σε, μαθεῖν ἤθελον, γύναι. ἐὰν γάρ με διδάξῃς, ἀντὶ ταύτης τῆς χάριτος πληροφορήσω σε ὅτι ἐν ᾅδῃ ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ φάρμακον δῶ, ὅπως ἀβασανίστως τοῦ ζῆν τὸν βίον μεταλλάξαι δυνηθῇς.

Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει πεισθεῖσα τοῦ λέγειν ἤρξατο ὅυτως· γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν ἢ μόνην τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωνένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; πλὴν τὰ κατ᾽ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνατοῦ τινὸς προσαγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή, καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχευσαμένη ἐμαυτὴν μιάνω, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμον καταστήσω, μήτε ὅλον γένος μέγα ὂν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβάλω· ὡς οὖν ἔφην ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινὰ, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με· τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.