Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ὁ δὲ Πέτρος ἐπ’ αὐτῷ τῷ τῆς ξενίας πυλῶνι ἤδη γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο αὔριον περὶ θεοσεβείας αὐτοῖς διαλεχθῆναι. εἰσελθόντος δὲ αὐτοῦ ἔφη πρὸς ἡμᾶς μὴ μεταλήψεσθαι πρότερον αὐτὸς τροφῆς πρὶν ἢ τοὺς συνεληλυθότας αὐτῷ διαναπαύσῃ. ἀποκρινομένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθεν· καὶ θαλάσσῃ λουσάμενος εἰσελθὼν καὶ σιτίων σὺν τοῖς προόδοις μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν.

Ὑπὸ δὲ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων φωνὰς διϋπνισθεὶς ὁ Πέτρος εὗρεν ἡμᾶς ἐγρηγορότας· ἦμεν δὲ σὺν αὐτῷ οἱ πάντες ἑξκαίδεκα· αὐτὸς ὁ Πέτρος κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα. προσαγορεύσαντες οὖν ἀλλήλους εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων Πέτρῳ· ὅτι Σίμων ὁ μάγος μαθών σε ἐπιδημήσαντα, τὴν ἐπὶ Συρίαν ὥρμησεν ὁδόν· οἱ δὲ ὄχλοι τὴν μίαν ταύτην νύκτα ὡς ἐνιαυτοῦ χρόνον ἡγησάμενοι, καὶ ἀναμένειν τὴν δοθεῖσαν ὑπό σου προθεσμίαν μὴ δυνάμενοι πρὸ τῶν θυρῶν ἑστήκασιν κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις περὶ τῆς τοῦ Σίμωνος διαβολῆς διαλαλοῦντες, ὅτι μετεωρίσας αὐτοὺς καὶ ἐπὶ πολλοῖς κακοῖς σε ἐλέγξειν ἐλθόντα ὑποσχόμενος, ἐπιδημήσαντα γνοὺς νύκτωρ ἔφυγεν· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου.

Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ Κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰπόντος· πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. καὶ τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ καλέσαντος αὐτοὺς θεοῦ. ἐὰν δὲ μετὰ τὸ κληθῆναι καλὰ πράξωσιν, ὅπερ αὐτῶν ἔστιν ἴδιον, τότε ἐπὶ τούτῳ μισθὸν ἕξουσιν. ὁ δὲ τὸν πολὺν ὄχλον ἰδὼν ὥσπερ ποταμοῦ ἥσυχον ῥεῦμα πρᾴως προσρέοντα, ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν ὕπαιθρον καὶ κεκηπευμένον τόπον προάγοντος, εἵποντο οἱ ὄχλοι.

Ὁ δὲ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ ὑψηλῆς ἐπιστὰς ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς ἐκ τῶν παρεστώτων ὄχλων ὑπὸ δαιμόνων τε καὶ παντοίων παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους, βρύχοντάς τε μετὰ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν προστάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι ὑποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως.

Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὐτοῦ υἱὸν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι, καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διαπαντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε οὖν πρῶτον καὶ ἐκδύσασθε τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε· καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύτε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε μιαρὰς, μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισι ὅλως πράξεσιν ἐπιβάλλεσθε.

Ταῦτα εἰπόντος αὐτοῦ καὶ παραινέσαντος πολλὰ ἀπὸ τῶν γραφῶν οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτθχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ εὐξάμενος, πάντας ἰάσατο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσι τε καὶ εὐφημῆσαι τὸν Θεόν. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄσαν ἐντολὴν πρωϊνώτερον συνελθεῖν.