Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων· δυνατὸς γάρ ἐστιν καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθῆτε, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ τῷ θεῷ ἀρέσκοντα ἀναδεξάμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ, τὸ αὐτῷ προσεύχεσθαι, τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μολυσμοῦ ἀσπίλους ἑαυτοὺς διατηρεῖν ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντας. ἅπερ ἕκαστος ἑαυτῷ θέλει, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὐ θέλεις φονευθῆναι; ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε

γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, θεῷ προσφιλεῖς γενόμενοι ἐπιτεύξησθε τῆς ἰάσεως.

Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες, ἅπαντες ἐβαπτίσθησαν. οἱ δὲ Σιδώνιοι ταῦτα ἀκούσαντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον ἐλθεῖν πρὸς αὐτούς· αὐτοὶ γὰρ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν οὐκ ἴσχυον. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ ὁ μάγος μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετὰ Ἀππίωνος καὶ τῶν ἑαυτοῦ ἑταίρων.

Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητέ με τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δι’ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαθὼν τοὺς προωρισμένους τοῦ θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς. τοιαῦτα καὶ ἐν τῇ Σιδῶνι τοῦ Πέτρου παραινοῦντος ἐν ἡμέραις ὀλίγαις πολλῶν κἀκεῖ μετανοησάντων καὶ πιστευσάντων καὶ θεραπευθέντων ἐκκλησίαν συνέστησεν, καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας αὐτοῖς ἐπίσκοπον ἐξήει τῆς Σιδῶνος.

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον· πεφοβήμεθα γὰρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα· φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον· μάγος ἐστὶν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ἐν ὑμῖν καὶ τὰς νόσους ἐκίνησεν αὐτὸς, ἵνα ὑμᾶς καταπλήξηται, ὡς νομισθῆναι θεός. ἡσυχίαν δὲ παρασχόντος τοῦ λαοῦ ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ εἶπεν· ἄνδρες, ἅπερ οὗτοι λέγουσιν, θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

Τῶν δὲ ὄχλων φοβηθέντων καὶ προθύμως ἐπαγγελλομένων τὰ ὑπ’ αὐτοῦ κελευόμενα πράττειν, ὁ Πέτρος ἔφη· μηδεὶς ὑμῶν ὁμιλείτω τοῖς μάγοις, μήτε ἀναμιγνύσθω. οἱ δὲ ὄχλοι ἅμα τῷ ἀκοῦσαι τοῦ κελεύματος συντόμως ξύλα λαβόντες καὶ τύψαντες τοὺς περὶ τὸν Σίμωνα ἐδίωκον αὐτοὺς ἕως παντελῶς τῆς πόλεως ἐξήλασαν. καὶ εἰσελθόντες οἱ νοσοῦντες αὐτῶν καὶ δαιμονῶντες καὶ πᾶς ὁ ὄχλος γονυπετὴς πρὸ τῶν αὐτοῦ ἔκειντο ποδῶν. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο τοὺς πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δὲ ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς τὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει κατορθώσας καὶ βαπτίσας, ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.

Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, δι’ ὀλίγων ἡμερῶν αὐτοῖς ἐπιμείνας καὶ θεραπεύσας πολλοὺς καὶ ταῖς βίβλοις αὐτοὺς ἐνασκήσας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς τὴν Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τριπολιν

εἰσιόντι τῷ Πέτρῳ οἱ φιλομαθέστεροι ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου πολλοὶ συνεισῆλθον. οὐχ ἥκιστα δὲ τῶν ἐπ’ αὐτῆς τῆς πόλεως ὄχλων συνδρομαὶ ἐγίνοντο ἱστορεῖν βουλομένων αὐτόν. συνετύγχανον οὖν ὑπ’ αὐτοῦ ἐκπεμφθέντες ἀδελφοὶ διηγούμενοι τάτε κατὰ τὴν πόλιν καὶ τὰ πραττόμενα παρὰ Σίμωνι ἀκριβῶς· ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαρώνου ἦγον οἰκίαν.