Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ ἐδόθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ’ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν. ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν· ὃν δὲ σὺ φῇς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.
Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται, καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται, καὶ παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτὸν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· δεῦτε καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσιν. τῷ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα· τῷ εἰπεῖν μήπως, ἀγνοεῖ· τῷ δὲ ἐπαγαγεῖν, μήπως φαγὼν ζήσεται εἰς τὸν αἰῶνα, καὶ φθονεῖ. καὶ τῷ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ θεὸς, ὅνι ἐποίησεν τὸν ἄνθρωπον, καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ ἐνεθυμήθη, σκέψις ἐστὶν, ᾗ τις δι’ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένῳ. καὶ τὸ γεγράφθαι· καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστιν, καὶ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι, οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν ὡς γέγραπται· καὶ ἐπείρασεν κύριος τὸν Ἀβραὰμ κακοῦ, καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.
Ὅμως ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος πρὸς ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾷ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ’ οἷς ἁμαρτάνει, ἑαυτὸν πῶς ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾷ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴπερ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται [μὴ] κατὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὴ ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ
δὲ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα, κακὸν ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβεν.Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴ γε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστιν, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω ἀντιλέγειν σου τῇ ἀταξίᾳ μηδὲ θέλειν ζητεῖν, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ κατὰ τοῦ θεοῦ γεγραμμένα ἀληθῆ ἂν εἴη, καὶ οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;
Καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μή γεύσησθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγεν τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σύμφωνος τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσι τοῖς ζώοις ἐπιθεὶς τὰ ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διατί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι τὰ ὀνόματα ἐπέθηκεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλεν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πένθος; ἐπ’ αὐτῷ γὰρ πρώτῳ τῷ φονευθέντι ἐπένθησαν οἱ γονεῖς· εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφάς φιμώθητι.
Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησάμενος διὰ τὴν ἄγνοιαν· ἔτι μὴν καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῶ, εἰ ὑπενέγκη, καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν γενομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάγνωσιν αἱ ῥήσεις ἔχουσιν, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἂν δουλεύσωσιν, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων.