Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Πλὴν ἡ ζήτησις μέχρι τριῶν ἡμερῶν ἐγένετο. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἦλθόν τινες πρὸς τὸν ἀπόστολον Πέτρον λέγοντες· ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν, πολλοὺς τῶν ἐκεῖ κατέπληξεν, καὶ σὲ πολλαῖς διαβολαῖς μισητὸν ἐποίησεν. ταῦτα ἀκούσας ὁ ἀπόστολος Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συνελθεῖν ἐποίησεν, συναχθέντων δὲ αὐτῶν ἔφη·
ἐπειδὴ ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισεν καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσιν, προλαβὼν ὁ διάβολος, προαπέστειλεν Σίμωνα, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, χρή [οὖν] με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.Δεῖ οὖν τινα ἀντ’ ἐμοῦ τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες ἐκτενῶς τοῦ θεοῦ δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· δέσποτα κύριε, ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ, καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ, σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος, ἐμὲ Κλήμεντα φωνήσας καὶ Ἀκύλαν καὶ Νικήτην ἔφη.
Μέλλοντά με ἐπὶ τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ βούλομαι ἐξαυτῆς ὑμᾶς ἀπελθόντας παρὰ τῇ Χανανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ, λανθανόντως ἐπιξενωθέντας παρ’ αὐτῆς, τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς μαθόντας, γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα αὐτὸν ἐάσαντες, καθὼς ἐκέλευσεν εἰς Τύρον αὐτὸν προήγομεν τῆς Φοινίκης. Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης ἅμα Νικήτῃ καὶ Ἀκύλᾳ, εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα, καὶ κατ’ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης, ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο. εἴπομεν δὲ πρὸς αὐτὴν, ὅτι Σίμων ὁ μάγος ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. καὶ λοιδορῶν τὸν Πέτρον, πολλῶν συναρπάζει ψυχάς. καὶ μάγος ὢν, μάγον τὸν Πέτρον ἀποκαλεῖ. καὶ πλάνος αὐτὸς ὢν, πλάνον ἐκεῖνον ἀποκηρύσσει καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγὼν, φάσκει νενικηκέναι.
Ἡ δὲ Βερνίκη εἶπεν· ταῦτα οὕτως ἔχει, τὰ δὲ ἄλλα τὰ κατὰ τὸν Σίμωνα ἀκούσατε· φαντάσματα καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν καθ’ ἡμέραν πᾶσαν ἐκπλήττει τὴν πόλιν· διερχομένου γὰρ αὐτοῦ ἀνδριάντες κινοῦνται καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὰς ψυχὰς τῶν τεθνηκότων λέγει. πολλοὺς δὲ αὐτὸν γόητα λέγοντας ὕστερον προφάσει εὐωχίας προσκαλεσάμενος, βοῦν θύσας καὶ ἑστιάσας αὐτοὺς διαφόροις νόσοις περιέλαβεν, καὶ δαίμοσιν ὑπέβαλεν, καὶ πολλοὺς κακώσας, θεὸς εἶναι προτετίμηται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχηρήσητε πρὸς αὐτὸν πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἔλθῃ, ὃς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν, τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς, ἀνταγωνίσασθαι.
Ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα ἕωθεν ἅπαντα γράψαντες, εἰς περίπατον ἀπετραπόμεθα. καὶ Ἀππίων ἀπαντᾷ ἡμῖν μετὰ ἀνδρῶν τριάκοντα· καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη τοῖς μετ’ αὐτοῦ· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδίας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθέ μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ’ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθνη βάρβαρα.
Κἀγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι· ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτι ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ ἀπεκρινάμην· τὸν εὐσεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν δεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ· ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα εὐσεβεῖν βουλόμενον μὴ θέλειν τοῖς τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα φῇς κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακοῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως· καὶ ὁ Ἀππίων· τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσι καὶ κακοῖς ἐπίστευεν μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς τε καὶ κακοὶ μύθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.