Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.

Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί ἡμῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἔφη· γελῶ ὑμῶν τήν μωρὰν ὑπόληψιν, ὅτι πιστεύετε ἀθάνατον εἶναι τήν ἀνθρώπου ψυχήν. κἀγὼ ἔφην· οὐ θαυμάζομεν, ὦ Σίμων, εἰ ἡμᾶς ἀπατᾶν ἐπιχειρεῖς, ἀλλ’ ἐκπεπλήγμεθα, τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε ἡμῖν, ὦ Σίμων, εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τήν ψυχήν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν ὡς ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἔφη· ἐγὼ μὲν οἶδα, τί λέγετε, ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνων διαλέγεσθε. καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε. εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν, σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γάρ ἐσμεν οὕτως νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν τοῦ νομίζειν σέ τι τῶν ἀπορρήτων εἰδέναι, καὶ οὕτως ἐπιθυμίᾳ κολαζομένους ἡμᾶς ὑποχειρίους λαβὼν ἔχῃς.

Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ ἐπεὶ μὴ ὑπάρχει, ἀλλὰ δαίμων τις ὑποκρινόμενος αὐτὸς εἶναι ψυχὴ ἐνεργεῖ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα, τούτου δὲ τοῦ λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαι. εἰ γὰρ δαίμων ὑποκρίνεται εἶναι τοῦ τεθνεῶτος ἡ ψυχὴ, τίς τῆς ψυχῆς χρεία γίνεται, ἵνα χωρισθῇ τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου, τοῦ σκήνους τὴν ψυχὴν ὁρκίζοντος; πῶς δὲ καὶ ἄλλου ὁρκιζομένου, ἕτερος μὴ ὁρκισθεὶς ὡς φοβηθεὶς ὑπακούει; οὐκ ἐξετασθεὶς δὲ καὶ σὺ ὑφ’ ἡμῶν ποτε, διατί ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, ἔφης, ὅτι ἠ ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἢμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾃδην πορεύεται· προσετίθης δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ αὐτόθι εἰς ᾅδην χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;

Ταῦτα τοῦ Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, ὦ Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοῦς ὅρκους; καὶ ὁ Σίμων ἔφη· κόλασιν γὰρ παρακούσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὥστε ἂν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας ὡς λέγεις, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ’ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην

γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ ταῦτα ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ’ αὐτοῦ πραττόμενα σιωπῶμεν.

Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ἐγὼ Κλήμης ἐπυθόμην, τί ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἔλεγόν μοι, ὅτι ἀνδριάντας ποιεῖ περιπατεῖν, καὶ ἐπὶ πῦρ κυλιόμενος οὐ καίεται· ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ. ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται· θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, ἐν δείπνοις εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησιν. τὰ ἐν οἰκίᾳ σκεύη ὠς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν βλέπεσθαι ποιεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα αὐτῶν λεγόντων ἀκούων ἐθαύμαζον. ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.

Τούτων οὕτως ῥηθέντων, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπὸν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ’ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας, μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη· ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν καὶ εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐπακοῦσαι χάριν, τῆς διαλέξεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρως τοὺς λόγους αὐτοῦ [πεποιηκυίας.] στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως.

Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἢν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμὰς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς, ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν κονιορτὸν, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατρίβειν. πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ’ ἑαυτῶν οὐκ ἐνενοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ’ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς λόγους μου ἀκοῦσαι, καὶ ὡς λογικοὶ ὄντες τὸ καλὸν νοήσαντες, τὴν τῷ θεῷ ἀρέσκουσαν ἀναδέξασθαι πολιτείαν, ἵνα εὐσεβῶς καὶ δικαίως ζήσαντες, θεὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ’ αὐτοῦ, τὰ αἰώνια αγαθὰ κληρονομήσητε. αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνότατόν ἐστι τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν ποιήσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι, καὶ τὰ πάντα ἐν ἀέρι πληρώσαντι· οὗτος μόνος τὴν μίαν καὶ πρώτην οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, τετραχῶς καὶ ἐναντίως ἔτρεψεν· εἶτα μίξας μυρίας κράσεις, ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ

μεμιγμέναι, τὸ ζῆν μεθ’ ἡδονῆς ἐκ συζυγίας ἐργάσωνται. ὅμως αὐτός ἐστι μόνος δημιουργὸς πάντων τῶν αἰσθητῶν τε καὶ νοητῶν.