Pseudo‑Clementina (epitome de gestis Petri praemetaphrastica) [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementinorum Epitomae Duae. Dressel, Albert Rudolf Maximilian, editor. Leipzig: J. C. Hinrichs, 1873.
Ταῦτα ἀκοὺσας ἐγὼ Κλήμης, τίς ἄρα τυγχάνει, ἔφην, οὗτος, ὃν λέγεις Σίμωνι Σαμαρείτην, μαθεῖν ἤθελον. ὁ δὲ Πέτρος ἔφη· εἰ θέλεις μαθεῖν, πάρεστί σοι τὸ γνῶναι, παρ’ ὧν κἀγὼ τὰ κατ’ αὐτὸν πάντα ἠκρί· βωσα. καὶ μεταπεμψάμενος ἐκέλευσεν Ἀκύλαν καὶ Νικήτην πάντα μοι τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς διηγήσασθαι. οἱ δὲ τὸν θεὸν μαρτυρόμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο. ὧν πρῶτος ὁ Ἀκύλας ἥρξατο λέγειν οὕτως· ἄκουσον, φίλτατε ἡμῖν ἀδελφὲ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἶδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, καὶ τίνα ἐστὶν, ἃ πράττει, καὶ πῶς καὶ διὰ τί.
Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ, Σαμαρεὺς τὸ ἔθνος, ἀπὸ Γιτθῶν τῆς κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἔξ. οὑτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγονὼς, ἑλληνικῇ παιδείᾳ
πάνυ ἐξασκήσας ἑαυτὸν, καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενοι προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ συστησόμενος ἀεὶ ζῆν, καὶ αἰτίαν φθορᾶς τὸ σῶμα πεσεῖν οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὐ νεκροὺς ἐγερθήσεσθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεῖν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ, τοῦ θεοῦ ἡμῶν, ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.Τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστὴς, καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασι δώδεκα ἀπόστολοι, τὸν τοῦ ἡλίου δωδεκάμηνον φέροντες αριθμὸν, οὕτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασι τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ, ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων.
Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου ὁ Σίμων τὴν Ἑλένην παραλαβὼν, ἐκπεριέρχεται ἀναστατῶν τοὺς ὄχλους, αὐτὴν δὲ τὴν Ἑλένην ἀπὸ τῶν ἀνωτάτων οὐρανῶν κατενηνέχθαι λέγει τῷ κόσμῳ· ἧς ἕνεκεν, φησὶν, Ἕλληνές τε καὶ βάρβαροι ἐμαχεύσαντο, εἰκόνα φαντασθέντες ἀληθείας, καὶ ἐξαιρέτως πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ᾔδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἂν καὶ αὐτοί. νῦν ὅτε δὲ πολυμανὴς, καὶ τοὺς ἐν θεοσεβείᾳ ἀπατᾶν ἐπιχειρεῖν ἤρξατο, ἀπέστημεν ἀπ’ αὐτοῦ· καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι ὡς φίλος φίλοις ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας, ἀπορρήτοις ὅρκοις, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἐν ἐνδοτέρω οἴκῳ, ὅπου αὐτὸς ὑπνοῖ, ἀνατεθειμένην ἔχει. διὸ ἀσεβείας καταγνόντες, ἀπέστημεν ἀπ’ αὐτοῦ.
Ταῦτα τοῦ Ἀκύλα εἰπόντος, ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἔφη. ἀναγκαῖόν ἐστιν, ἀδελφὲ ἡμῶν Κλήμη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ μάρτυς ὁ θεὸς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἀπεδείκνυτο, ἐτερπόμεθα. ὅτε δὲ τὰ μαγείᾳ γινόμενα θειότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκέτι αὐτοῦ ἠνεσχόμεθα, καί τοι πολλὰ ἐπαγγελλομένου ἡμῖν· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτίσαι.
Ταῦτά τε καὶ τὰ τοιούτοις νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρίσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης
ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι, στέργοντές σε τὰ συμφέροντα συμβουλεύσομεν· παῦσαι τῆς τοιαύτης τόλμης. θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος· καὶ κἄν μέγα πλουτήσῃς ἤ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σοι μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ τὰ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν θεὸν συμβουλεύομεν, ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἔπραξεν ἐνταῦθα.